Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.43
Not analysed yet
τοὺς ἡγεμόνας λέγει, ὡς κοσμοῦντας ἤτοι εὐτακτοῦντας τὸν λαόν. κόσμος γὰρ ἡ τάξις ἐκ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, ἀφ' οὗ καὶ ὁ πάντων περιεκτικὸς κόσμος, ὃν εὐτάκτως ἡ πρόνοια ἔταξεν. [ἀγαθὴ δὲ καὶ ἄλλως εἰς ἔπαινον ἡ λέξις. ἀπ' αὐτῆς γὰρ κόσμιος ἀνὴρ καὶ πρᾶγμα κατὰ κόσμον πραχθὲν τὸ εὔκοσμον, οὗ τὸ ἀνάπαλιν ἄκοσμον καὶ «μάψ, ἀτὰρ οὐ κατὰ κόσμον» γινόμενον.] Τὸ δὲ δύω δύναται μὲν καὶ διὰ τοῦ ο μικροῦ σῴζειν τὸ μέτρον, ἡ πλείων δὲ γραφὴ ἐκτείνει αὐτὸ κατὰ ἀναλογίαν τῶν εἰς ω ληγόντων δυϊκῶν ὀνομάτων. εἰ δέ τις μέμφεται τοῦτο, μεμφέσθω καὶ τὸ δυοῖν καθ' ὁμοίαν ἀναλογίαν ἐκφωνηθὲν καὶ τὸ τρεῖς καὶ τὸ τριῶν καὶ τὸ τρισίν, ὧν κλίσις μὲν διόλου οὐκ ἔστιν, αὐτὰ δὲ ὅμως πρὸς ὁμοιότητα πτώσεων ὀνομάτων ἐκπεφώνηται. [μαρτυρεῖ δὲ τῇ τοῦ δύω διὰ τοῦ ω μεγάλου γραφῇ καὶ τὸ κοινῶς γραφόμενον δυώδεκα, ἐξ οὗ τὸ δώδεκα.] (v. 17) Ὅτι ὥσπερ θώραξ ὅπλον σκέπον τὸν τοῦ ἡμετέρου σώματος θώρακα, οὕτω καὶ κνημὶς τὸ σκέπον τὰς κνήμας τῶν στρατιωτῶν. ἀφ' οὗ εὐκνήμιδες Ἀχαιοὶ ἀπὸ μέρους οἱ εὔοπλοι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται πλατύτερον. ἀρετὴ γὰρ στρατιώτου καὶ ἡ τῶν ὅπλων διευθέτησις. ὅτι δὲ καὶ ἐπὶ ὀρεινῶν τινων μερῶν, [ὥσπερ οἱ κνημοί, οὕτω καὶ] αἱ κνημῖδες λέγονται, ἀλλαχόθι γνωσόμεθα. ἐκτείνει δὲ τὴν λήγουσαν Ἀττικῶς καὶ ἡ κνημὶς καὶ τὸ εὐκνήμις. βαρύνεται δὲ τὸ εὐκνήμις κανόνι τοιούτῳ· τὰ εἰς ις θηλυκὰ ὀξύτονα εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσει τὸ θηλυκὸν μόνον γένος καὶ τὸν αὐτὸν τόνον φυλάσσει, οἷον· σκελίς, περισκελίς. εἰ δὲ μεταληπτικὰ γίνονται καὶ ἀρσενικοῦ γένους, μεθίστανται εἰς βαρεῖαν τάσιν, οἷον· ἐλπίς, δύσελπις. τοῦτο γὰρ κοινόν ἐστι τῷ γένει. ταύτῃ τοι καὶ τὸ καταιγίς μὲν ὀξύνεται ὡς μονογενές, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτω δὲ καὶ τὸ κληΐς εὐκλήϊς, κνημίς εὐκνήμις. ὁμοίως καὶ ψηφίς πολυψήφις, ὡς τὸ «πολυψήφιδα παρ' ὅρμον φεύγειν». καὶ οὕτω μὲν τὸ εὐκνήμις βαρύνεται, μακροκαταληκτεῖ δέ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, καθότι, ὡς καὶ τῷ Ἡρωδιανῷ δοκεῖ, τὰ μὲν βαρύτονα τῶν εἰς ις ληγόντων συστέλλεται, τὰ δὲ ὀξύτονα ἐκτείνεται. τοῦ προτέρου, φησί, γένους ἐστὶ τὸ Ἄλεξις, Πρύτανις. οὕτω δὲ καὶ ὄφις, ἔχις, Θέτις. τοῦ δὲ δευτέρου, ἀκτίς, δελφίς, κρηπίς, ψηφίς, κνημίς καὶ τὰ τούτων σύνθετα. καὶ ἡ ἁψὶς δὲ οὕτως ἐκτείνει τὸ κατ' αὐτὴν τέλος, ὡς δηλοῖ τὸ «μή πως ὡς ἁψῖσι λίνου ἁλόντε». [Ἀλλαχοῦ δὲ ὁ αὐτὸς κανονίζων