Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.424
Not analysed yet
μὲν Λοκροῖς συνεχεῖς Αἰτωλοί, Ἐπικνημιδίοις δὲ Ἐνιᾶνες, καὶ ὅτι ἡ Ναύπακτος, ἣν Φίλιππος Αἰτωλοῖς προσέκρινεν, ἀπὸ ναυπηγίας Ἡρακλειδῶν ἢ Λοκρῶν ἐκλήθη στόλον ἐκεῖ ναυπηγησαμένων· καὶ ὅτι Παρνασσοῦ τὸ πρὸς δύσιν πλευρὸν Ὀζόλαι Λοκροὶ κατέχουσιν, οἱ καὶ ἑσπέριοι, τὸ δὲ νότιον οἱ Δελφοί. καὶ οὕτω μὲν ταῦτα. Λέγει δὲ καὶ οὕτως ὁ Γεωγράφος· ἡ Λοκρὶς ὑπὸ Παρνασσοῦ διῄρηται δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους κειμένη τῷ Παρνασσῷ καὶ καθήκουσα ἐπὶ τὸν Κρισσαῖον κόλπον, ἡ δὲ ἐκ τοῦ πρὸς ἕω, τελευτῶσα δὲ ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλασσαν. καλοῦνται δ' οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, οἱ δὲ ἕτεροι οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δὲ Ἐπικνημίδιοι ὑπὸ ὄρος Κνημῖδα, Οἰταίοις καὶ Μαλιεῦσι πρόσοικοι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς λέγει, ὅτι εἵποντο τοῖς Ὁμηρικοῖς Λοκροῖς νῆες τεσσαράκοντα. καὶ ὅρα τὸ «εἵποντο» γλυκέως τε λεχθὲν καὶ πλεονασθέν· πλέον γὰρ ἤπερ δεκάκις ἡ λέξις ἐν τῷ τῶν νεῶν Καταλόγῳ κεῖται· καὶ ὅτε δὲ εἴπῃ «τῶν δὲ τριάκοντα νῆες ἐστιχόωντο» καὶ «τῶν μὲν πεντήκοντα νῆες κίον» ἤτοι ἐπορεύοντο, γλυκέως λέγει ὡς εἴπερ ἐμψύχως ἐκινοῦντο αἱ νῆες. ἔχει δέ τι γλυκύτητος καὶ τὸ «ὁ δεῖνα τόσας ἄγε νῆας», διὰ τὸ ἄγειν ἐπὶ ἐμψύχων μὲν καὶ αὐτὸ εἰωθὸς λέγεσθαι, ὡς καὶ τὸ εἵποντο, τεθὲν δὲ ἐνταῦθα ἐπὶ νεῶν. διαφόρως δὲ ὁ πολύστροφος τὴν γλῶσσαν Ὅμηρος φράζει καὶ τὰ περὶ τὰς νῆας, οἷον «τῶν μὲν τόσαι νῆες κίον» καὶ πάλιν «τῶν δὲ τόσαι νῆες ἐστιχόωντο» καὶ «τοῖς δὲ ἅμα τόσαι νῆες ἕποντο» καὶ «τῶν ἑκατὸν νηῶν ἦρχεν» ἤ «ἡγεμόνευεν ὁ δεῖνα» καὶ «ὁ δεῖνα τόσας νῆας ἄγεν», καὶ χορεύει ἀνακυκλῶν τὰ τοιαῦτα ὁ ποιητής· πλεονάζει δέ, ὡς εἴρηται, τῷ «νῆες τόσαι ἕποντο». (v. 529) Ἰστέον δὲ ὅτι ἀθετοῦσί τινες, ἐν οἷς καὶ Ζηνόδοτος, τὸ «ἀλλὰ πολὺ μείων» καὶ τὰ ἑξῆς, οὐ μόνον διότι οὐ χρή, φασί, διλογεῖν· εἶπε γὰρ ἤδη, ὅτι μείων καὶ οὔτι τόσος γε, ἀλλὰ καὶ διὰ τὸ λινοθώρηξ. οἱ Ἕλληνες γὰρ χαλκοχίτωνες· ἀλλὰ καὶ διὰ τὸ Πανέλληνας· οὐ γὰρ λέγει, φησίν, Ἕλληνας ὁ ποιητής, ἀλλ' Ἀργείους, Δαναούς, Ἀχαιούς· διότι οὐδὲ Ἑλλάδα, φησί, λέγει τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων χώραν, ἀλλὰ μίαν τινὰ πόλιν Θετταλικὴν καὶ τοὺς ἐκεῖθεν Ἕλληνας, ὡς κατωτέρω δηλωθήσεται. οἱ δὲ τὸν ῥηθέντα Ζηνόδοτον μεμφόμενοι ἐφ' οἷς, ὡς εἴρηται, ἠθέτηκε, φασὶ πρὸς ἄλλοις καὶ ἀναγκαῖον εἶναι τὸ χωρίον. ποιότητα γὰρ προσώπων δηλοῖ καὶ προσυνίστησιν, ὅτι ἥττων τοῦ Σαλαμινίου τὸ μέγεθός ἐστιν ὁ Λοκρός. (v. 527) Τὸ δὲ Ὀϊλεύς ψιλωτέον κατὰ τὴν ἄρχουσαν ὡς ἓν μέρος λόγου κατὰ τὸν Ὅμηρον. Ἡσίοδος δέ, φασί, καὶ Στησίχορος διχῶς αὐτὸ προάγει· οὐ γὰρ μόνον τρισυλλάβως