Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.425
Not analysed yet
Ὀϊλεύς, ἀλλὰ καὶ δισυλλάβως Ἰλεύς. τοῦτο δὲ καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων, οἳ καὶ δασύνουσιν ἐνταῦθα τὸ «ὁ Ἰλῆος ταχὺς Αἴας», ὡς ἄρθρου ὄντος τοῦ ο, ἵνα λέγῃ, ὅτι ὁ τοῦ Ἰλῆος Αἴας. τοῦτο δὲ οὐχ' Ὁμηρικόν, εἴ τις ἐπὶ νοῦν λάβοι τὸ «οὐδ' ἂρ Οἰληϊάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο». (v. 530) Τὸ Πανέλληνας δὲ οὐ κατὰ Ζηνόδοτον ἀλλ' Ὁμηρικῶς ἑρμηνευτέον κατὰ τοὺς παλαιοὺς λέγοντας τὸ Πανέλληνας καὶ Ἀχαιούς ἀντὶ τοῦ Θεσσαλοὺς καὶ Ἀργείους, ἵνα ἀντιδιαιρῇ τοῖς ὅλοις Ἀργείοις τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λεγομένους ἰδίως Ἕλληνας κατά τινα ἐξοχήν. καὶ ταῦτα μὲν τοιαῦτα. (v. 531) Ἡ δὲ Κῦνος ἄκρα τις τερματίζουσα τὸν Ὀπούντιον κόλπον, ἐπίνειον Ὀπόεντος πόλεως Λοκρῶν Ἐπικνημιδίων τῶν πέραν Εὐβοίας κατὰ τὸν ποιητήν, ἀφ' ἧς ἦν καὶ ὁ τοῦ Ἀχιλλέως συγγενής τε καὶ ἑταῖρος Πάτροκλος, κληθείσης οὕτως ἀπὸ Ὀπόεντος ἄρξαντος ἐν αὐτῇ. Ἐθνικὸν τοῦ Ὀπόεις Ὀποείσιος, ὡς Σιμόεις Σιμοείσιος. ὥσπερ δὲ πλακόεις καὶ ἐν συναιρέσει πλακοῦς καὶ Σιμόεις Σιμοῦς, οὕτω καὶ Ὀπόεις Ὀποῦς καὶ κλίνεται Ὀποῦντος. καὶ τὸ ἐθνικὸν ἐξ αὐτοῦ Ὀπούντιος, ὡς ὑποδηλοῖ καὶ ὁ Κωμικός, ἔνθα Ὀπούντιόν τινα σκώπτει Ἀθηναῖον, ἄνδρα μὴ ἀκεραιούμενον τὴν συζυγίαν τοῖν ὀφθαλμοῖν. ὠνόμασται δὲ Κῦνος ἀπὸ Κύνου, Λοκροῦ ἀνδρός· Ὀποῦντος γάρ, φασί, Κῦνος, οὗ Ὁδοιδόκος, οὗ Ὀϊλεύς. οἱ δὲ παλαιοί φασι καὶ ταῦτα· Ἀμφικτυόνος καὶ Χθονοπάτρας ἀπόγονος Φύσκος, οὗ Λοκρός, ὧν ἀπὸ μὲν Φύσκου Φύσκοι πρώην, ἀπὸ δὲ Λοκροῦ Λοκροὶ οἱ αὐτοὶ ὠνομάσθησαν· Λοκροῦ δὲ Ὀποῦς, πρὸς ὃν διενεχθεὶς ὁ πατὴρ Λοκρὸς ἐᾷ μὲν ἄρχειν ἐκεῖνον, αὐτὸς δὲ οἰκεῖ τὰ πρὸς ἑσπέραν τοῦ Παρνασσοῦ ἔχων ὑφ' ἑαυτὸν τοὺς ἐκεῖ, οἳ Ἑσπέριοί τε καὶ Ὀζόλαι ἐκαλοῦντο περὶ Αἰτωλίαν, ἐπὶ τῆς ἑτέρας, φασί, πλευρᾶς οἰκοῦντες κατὰ Κρισσαῖον πεδίον, ἀφ' ὧν ὕστερον καὶ ἀποικία εἰς Ἰταλίαν ἐστάλη, ἔνθα Λοκροὶ οἱ Ἐπιζεφύριοι, ὧν καὶ ὁ Περιηγητὴς μέμνηται, οὓς Πίνδαρος ἐπαινεῖ ὡς εὐνομουμένους καὶ