Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.426
Not analysed yet
λογίους καὶ μαχίμους. καὶ οἱ μὲν ἄλλοι ταῦτα περὶ Ὀπουντίων. ὁ δὲ Γεωγράφος καὶ μητρόπολιν Λοκρῶν τῶν Ἐπικνημιδίων τὴν Ὀποῦντα λέγει. ὑποδηλῶν δὲ αὐτὴν καὶ παραθαλασσίαν Ὀπούντιον κόλπον ἱστορεῖ, παρώνυμον αὐτῇ, καὶ Ἠλείους δέ τινας Ὀπουντίους λέγει, ὧν οὐκ ἄξιον, φησί, μεμνῆσθαι. Καλλίαρος δὲ ἀπὸ Καλλιάρου, φασίν, ὠνόμασται, υἱοῦ Ὁδοιδόκου καὶ Λαονόμης. οἱ δὲ Καλλίαρα οὐδετέρως φασὶ διὰ τὸ εὐήροτον τῆς ἐκεῖ γῆς. Ἐθνικὸν δὲ ταύτης οἱ Καλλιαρεῖς. (v. 532) Ἡ δὲ Βῆσσα ὅτι μὲν κατά τινας δι' ἑνὸς γράφεται σ, εἴρηται πρὸ βραχέων. Ἡρωδιανὸς δὲ διὰ δύο σ γράφει. ὠνομάσθη δέ, φασίν, ἀπὸ τῆς <τοῦ> τόπου φύσεως, ναπώδους οὔσης. ἦν δὲ καὶ ἔθνος Θρᾳκικὸν οἱ Βῆσσοι. ἀρέσκει δὲ καὶ τῷ Γεωγράφῳ ἡ διὰ τῶν δύο σ γραφὴ τῆς Βήσσης· ἀπὸ γὰρ τοῦ αὐτόθι δρυμώδους, φησίν, ὠνόμασται ὁμωνύμως. ὁ δὲ ἐν τῇ Ἀττικῇ, φησί, δῆμος ἡ Βῆσα ἐν τῷ ἑνὶ σ, ἐξ οὗ οἱ δημόται Βησαιεῖς. Ἡ δὲ Σκάρφη κεῖται, φασιν, ἐγγὺς Θερμοπυλῶν· ὠνόμασται δὲ ἀπὸ Σκαρφείας ἐνδόξου τινὸς γυναικός. κατὰ δὲ τὸν Γεωγράφον ἐφ' ὕψους ἡ Σκάρφη κεῖται χώραν εὔκαρπον καὶ εὔδενδρον ἔχουσα· καλεῖται δέ, φησί, νῦν Φαρύγαι καὶ ἔχει Φαρυγαίας Ἥρας ἱερόν. λέγει δὲ καί, ὅτι Σκάρφεια εἶτα Νίκαια καὶ αἱ Θερμοπύλαι καὶ ὅτι Σκάρφεια σταδίοις δέκα ὑπέρκειται θαλάσσης διέχουσα Θρονίου σταδίους τριάκοντα. καὶ ὅρα ὅτι καὶ Σκάρφην τὴν αὐτὴν λέγει καὶ Σκάρφειαν, ὡς δοκεῖ καὶ τῷ τὰ Ἐθνικὰ γράψαντι. φασὶ δὲ καί, ὅτι ἐκ θεμελίων ἡ πόλις αὕτη ἀνερρίφη, ὥστε καὶ σώματα καταδῦναι χιλίων ἑπτακοσίων οὐκ ἐλάττω. Αὐγειαὶ δὲ οὐ μόνον Λοκρικαί, ὧν ὁ πολίτης Αὐγεάτης, ἀλλὰ καὶ Λακωνικὴ πόλις ἐστὶν ὁμώνυμος. (v. 533) Τάρφη δὲ διὰ τὴν τῆς ὕλης πυκνότητα· ταρφέα γὰρ τὰ πυκνὰ καὶ τάρφος τὸ δάσος. Ὅμηρος «βαθείης τάρφεσιν ὕλης». Τὸ δὲ Θρόνιον τὸ κατὰ τὴν μεσογαῖαν τῆς Κνημῖδος—τῶν Ἐπικνημιδίων γάρ ἐστι Λοκρῶν—αὐτὸ μὲν οὐκ ἐγκαθημένους ἔχει τοὺς παλαιοὺς εἰς τὸν περὶ αὐτοῦ πολὺν λόγον. ὁ δὲ Βοάγριος ποταμός, ὁ παραρρέων αὐτό, ἠξίωται πλείονός τινος λόγου. φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι Μάνην ἐπονομάζουσιν αὐτὸν καὶ ὅτι χειμάρρους ἐστίν, ὥστε ἀβρόχοις ἐμβαίνειν ποσίν, ἴσχει δέ ποτε καὶ δίπλεθρον πλάτος. καὶ ταῦτα μὲν περὶ τῶν παρ' Ὁμήρῳ Λοκρῶν. ἡ δὲ ἱστορία ἔχει καὶ Ἐπιζεφυρίους,