Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.427
Not analysed yet
ὡς ἐρρέθη, Λοκρούς, ἐξ ὧν εἰς Ἕλληνας ἦλθε παροιμία τὸ «ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ» ἐπὶ τῶν ἀληθεστάτων μέν, οὐ πιστευομένων δέ. ποταμὸς δὲ τῆς ἐκεῖ Λοκρίδος ἡ Σάγρα. καί φασι τοὺς τοιούτους Λοκροὺς πόλεμον μελετῶντας πρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους· ὡς δὲ ἐκεῖνοι στρατὸν μὲν οὐκ ἔχειν ἔφασαν, διδόναι δ' αὐτοῖς τοὺς Διοσκούρους, οἰωνισάμενοι τὸ κερτομηθὲν οἱ Λοκροί, ὥς φησι Παυσανίας, τήν τε ναῦν ἀπέστρεψαν καὶ τῶν Διοσκούρων ἐδεήθησαν συμπλεῖν αὐτοῖς. ὡς δ' ἐνίκησαν αὐθημερόν, φησί, καὶ ἡ φήμη διηγγέλθη εἰς Σπάρτην, τὸ μὲν πρῶτον ἀπιστία ἦν· ἐπεὶ δ' εὑρέθη ἀληθῆ, ἐξέβη ἐκεῖθεν ἡ ῥηθεῖσα παροιμία. (v. 536—45) Ὅτι Ἐλεφήνωρ Χαλκωδοντιάδης, ἤτοι Χαλκώδοντος υἱός, μεγαθύμων ἀρχὸς Ἀβάντων τεσσαράκοντα νῆας εἶχεν. Ἄβαντας δὲ λέγει τοὺς ἐξ Εὐβοίας, ὡς ῥηθήσεται κατωτέρω. λέγει δὲ τὸν μὲν Ἐλεφήνορα ὄζον Ἄρηος, ὡς πολεμικὸν καὶ ἀρήϊον, τοὺς δὲ Ἄβαντας μένεα πνέοντας, ὃ καὶ ἐπὶ ἄλλων λέγει, καὶ θοοὺς δὲ καὶ αἰχμητὰς καὶ ὄπιθεν κομόωντας, ὅπερ ἴδιον ἦν κουρᾶς Εὐβοϊκῆς, ὡς καὶ περὶ τούτου μετ' ὀλίγα εἰρήσεται. Ἦσαν δὲ ὑπὸ τῷ Ἐλεφήνορι οἱ τὴν Εὔβοιαν ἔχοντες, Χαλκίδα τε Εἰρέτριάν τε πολυστάφυλόν τε Ἱστίαιαν Κήρινθόν τε ἔφαλον Δίου τε αἰπὺ πτολίεθρον Κάρυστόν τε καὶ Στύρα. (v. 536) Ὧν Εὔβοια μὲν ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ τὴν κλῆσιν ἔσχε, κατὰ δέ τινας ἀπὸ τῆς Ἰοῦς ὠνομάσθη, ἣν εἰς βοῦν ἐξαλλαγῆναι μυθεύονται. οὕτω γάρ, φασί, καὶ βοὸς αὐλή, ἄντρον παράλιον, περί που τὴν τοιαύτην νῆσον, ὅπου τὴν Ἰὼ τεκεῖν φασιν Ἔπαφον, ὥστε βούλονται οἱ οὕτω λέγοντες τῆς ἀποβοωθείσης Ἰοῦς παρώνυμον εἶναι ταύτην τὴν Εὔβοιαν, περὶ ἧς καὶ ταῦτα ὁ Γεωγράφος φησί· νῆσος Ἑλένη, τραχεῖα καὶ ἔρημος, παραμήκης, ὅσον στάδια ἑξήκοντα τὸ μῆκος, ἧς ὁ ποιητὴς μέμνηται ἐν τῷ «νήσῳ δ' ἐν κραναῇ μίγη». μετὰ δὲ τὴν Ἑλένην ἡ Εὔβοια πρόκειται ὁμοίως στενὴ καὶ μακρά, ἣν τρόπον τινὰ μέρος τῆς Βοιωτίας πεποίηκεν ὁ Εὔριπος, στενὸς ὢν καὶ γεφύρᾳ συνεζευγμένος πρὸς αὐτὴν διπλέθρῳ. καὶ ὅρα γέφυραν ταύτην δίπλεθρον, ἧς καὶ προϊὼν μέμνηται ὁ Γεωγράφος εἰπών, ὅτι περὶ τὴν ῥηθεῖσαν δίπλεθρον γέφυραν πύργος ἑκατέρωθεν ἐφέστηκεν, ὁ μὲν ἐκ τῆς Χαλκίδος, ὁ δ' ἐκ τῆς Βοιωτίας. ὅτι δὲ πολλαὶ Εὔβοιαι, δῆλον ἐκ τῶν παλαιῶν, οἳ καὶ τόπον ἐν Σικελίᾳ καὶ ἐν Ἄργει καὶ ἐν Μακεδονίᾳ δὲ οὕτω κληθῆναί φασι. σημειοῦνται δὲ καὶ ὅτι Εὔβοιαν εἰπὼν οὐδέποτε παρωνύμως τοὺς ἀπ' αὐτῆς Εὐβοέας εἶπεν, ἀλλὰ Ἄβαντας, οἷον· «οἳ δ' Εὔβοιαν ἔχον μένεα πνέοντες Ἄβαντες» καὶ «τῷδ' ἅμα Ἄβαντες ἕποντο». φασὶ δὲ καὶ ἐξ Ἄβας τῆς Φωκικῆς εἱλκύσθαι τὴν τῶν Ἀβάντων