Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.428
Not analysed yet
κλῆσιν, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, ὅπου καὶ περὶ Εὐβοίας αὖθις καὶ Ἀβάντων εἰρήσεται. Τὴν δὲ ῥηθεῖσαν Ἄβαν Ἡρόδοτος πληθυντικῶς Ἄβας λέγει· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, φησί, πλούσιον. καὶ Σοφοκλῆς δὲ ὁμοίως πληθύνει· παρ' ἐκείνῳ δὲ καὶ ὀξύνονται κατά τινα τῶν ἀντιγράφων αἱ Ἄβαι. Ἡ δὲ Εὔβοια ἐκλήθη ὡς ἀπὸ μέρους, φασί, ποτὲ καὶ Ὄχη. καλεῖται δὲ οὕτω τὸ μέγιστον ἐν αὐτῇ ὄρος τὸ κατὰ Κάρυστον, [ἧς ἡ ἐτυμολογία κατὰ τὸ ὄχα, ἵνα ᾖ ὥσπερ ὄχα τὸ ἐξόχως, οὕτω καὶ Ὄχη ἡ ἔξοχος ἐν τοῖς ἐκεῖ.] ἱστοροῦνται δὲ Εὐβοῗται ποταμοὶ Κιρεὺς καὶ Νηλεύς, ὧν ἀφ' οὗ μὲν τὰ πίνοντα πρόβατα λευκὰ γίνονται, ἀφ' οὗ δέ, ὡς ὁ Γεωγράφος καὶ τοῦτό φησι, μέλανα, ὁποῖόν τι καὶ περὶ τὸν Κρᾶθιν συμβαίνει. (v. 537) Ἡ δὲ Χαλκὶς ἐλέγετο, φασί, πρότερον Εὔβοια· ἐκλήθη δὲ Χαλκὶς ἀπὸ θυγατρὸς Ἀσωποῦ Κόμβης τῆς καὶ Χαλκίδος· τινὲς δὲ διὰ τὸ χαλκεῖα πρῶτον παρὰ τοῖς ἐκεῖ ὀφθῆναι. ἐκαλεῖτο δέ, φασί, τὸ παλαιὸν καὶ Στύμφηλος, ὁμωνύμως τῇ Ἀρκαδικῇ. ὁ πολίτης αὐτῆς Χαλκιδεύς. ταύτης ἄποικοι καὶ ἕτεροι μὲν καὶ οἱ ἐν τῇ Κύμῃ δὲ τῆς Σικελίας Χαλκιδεῖς. ἦν δὲ καὶ Κορίνθου πόλις Χαλκίς· καὶ Αἰτωλικὴ δέ, ὅθεν ὁ Ἀχελῷος ῥεῖ, ἧς μέμνηται καὶ ὁ Περιηγητής. ἦσαν δὲ καὶ ἄλλαι, ὧν μία καὶ Συριακή. Ἰάμβλιχος γοῦν, ὁ μέγας φιλόσοφος, Χαλκιδεὺς ἦν ἐκ τῆς κοίλης Συρίας. νῦν δὲ καὶ Θρᾳκικὴ λέγεται Χαλκίς. περιφέρονται δὲ καὶ Χαλκιδικὰ ποτήρια, ὡς καὶ ἐν τῇ κωμῳδίᾳ. ἐκ ποίας δὲ αὐτά εἰσι Χαλκίδος, ζητητέον. ἀνδρείους δὲ τοὺς Εὐβοεῖς Χαλκιδεῖς ἡ ἱστορία οἶδεν· οἱ γοῦν τοῦ χρησμοῦ «ἄνδρες, οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης», οἱ Χαλκιδεῖς λέγονται εἶναι ὡς ἄριστοι ὄντες· ἔχει γὰρ καὶ ἡ ἐκεῖ χώρα κρήνην Ἀρέθουσαν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. ἐκ δὲ τῆς Ὁμηρικῆς Χαλκίδος καὶ χαλκιδίζειν παροιμιακῶς τὸ γλισχρεύεσθαι· ἐπὶ φυλαργυρίᾳ γὰρ ἐκωμῳδοῦντο οἱ κατ' Εὔβοιαν