Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.429
Not analysed yet
Χαλκιδεῖς. ἡ δὲ γεωγραφικὴ εἴδησις καὶ ταῦτα περιέχει. Χαλκίς, καθ' ἣν συνάπτει τῇ ἠπείρῳ μάλιστα ἡ Εὔβοια κυρτὴ προσπίπτουσα πρὸς τοὺς κατὰ τὴν Αὐλίδα τόπους τῆς Βοιωτίας καὶ ποιοῦσα τὸν Εὔριπον. λέγει δὲ καί, ὅτι καὶ φιλοσόφους ἔσχον ἄνδρας αὕτη τε καὶ ἡ Εὔβοια, ὡς ἡ σχολὴ δηλοῖ τῶν Ἐρετρικῶν σοφῶν τῶν περὶ Μενέδημον καὶ ἡ Ἀριστοτέλους ἐν Χαλκίδι διατριβή· εἶχον δὲ καὶ διενέξεις, φησίν, ἀεὶ περὶ τοῦ Λιλαντίου. καὶ ὅτι ἀμφότεραι πρὸ τῶν Τρωϊκῶν ὑπ' Ἀθηναίων ἐκτίσθησαν καὶ ὅτι ἀποικίας ἀξιολόγους ἔστειλαν, αἳ καὶ καταλέγονται πολλαχοῦ, καὶ ὅτι μεγάλην ποτὲ δύναμιν ἔσχον καὶ πολλῶν ἐπῆρχον νήσων καὶ ὅτι τὴν ἀρχαίαν Ἐρέτριαν κατέσκαψαν Πέρσαι σαγηνεύσαντες τοὺς ἐκεῖ, ὕστερον δὲ ἐπεκτίσθη ἑτέρα. καὶ ὅτι Χαλκὶς φέρεται τὰ πρωτεῖα καὶ μητρόπολις Εὐβοέων λέγεται, δευτερεύει δὲ ἡ Ἐρέτρια, περὶ ἧς οἱ παλαιοὶ τάδε φασίν. Ἐρέτρια ἐκαλεῖτο μὲν καὶ Μελανηῒς ἀπὸ Μελανέως, πατρὸς Εὐρύτου· ἔσχε δὲ τὴν κλῆσιν ἀπὸ Ἐρετριέως, υἱοῦ Φαέθοντος, ἑνὸς τῶν Τιτάνων. ταύτης ὁ πολίτης Ἐρετριεύς, οὗ γενικὴ Ἐρετριέως καὶ συναιρέσει Ἐρετριῶς, ὡς Στειριεύς Στειριέως Στειριῶς, χοεύς χοέως χοῶς, εἶδος μέτρου, οὗ καὶ αὐτοῦ ἡ αἰτιατικὴ τὸν χοᾶ, ὡς Πειραιεύς Πειραιέως Πειραιῶς Πειραιᾶ. ἐκωμῳδοῦντο δέ, φασίν, οἱ Ἐρετριεῖς ὡς πολλῷ τῷ ρ ἐν ταῖς ὁμιλίαις χρώμενοι. διὸ καὶ αὐτοί, καθὰ καὶ Ἠλεῖοι, βαρβαρόφωνοι ἐκαλοῦντο, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, διὰ τὸν πλεονασμὸν τοῦ ρ. οἱ μέντοι Κᾶρες ἄλλως βαρβαρόφωνοι, ὡς φανήσεται. [Εἰ δὲ διὰ τὴν τοῦ ῥῶ χρῆσιν μόνην ἐκληροῦντο οἱ Ἐρετριεῖς τὸ βαρβαρόφωνον, τίνες ἂν καλοῖντο οἱ Αἰτωλοὶ ἀλλόκοτα λαλοῦντες, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης παρέπηξεν, οἷς ἔφη περὶ καινοτέρων λέξεων· Τὴν γὰρ γέρων γέροντος γενικὴν ἀναγαγόντες εἰς εὐθεῖαν γράφουσιν οὕτω· Μιλασίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, τουτέστιν ἐπιστέλλομεν οἱ Αἰτωλοὶ τοῖς Μιλησίοις καὶ τὰ ἑξῆς. τὸ δ' αὐτό φησι φαίνεσθαι καὶ ἐπὶ τοῦ παθήματος, ὡς δῆλον ἐκ τοῦ «μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις».] Ὁ δὲ Γεωγράφος οὐ μόνον ἀπὸ Ἐρετριέως ἀποικήσαντος εἰς αὐτὴν κληθῆναί φησιν, ἀλλὰ καὶ ἀπὸ Ἐρετρίας καθ' ἑτέρους τῆς Ἀθήνησιν, ἣ νῦν ἐστιν ἀγορά. ὥσπερ