Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.430
Not analysed yet
δὲ πολλαὶ Χαλκίδες, οὕτω καὶ Ἐρέτριαι. ἔστι γὰρ καὶ Θετταλικὴ καὶ περὶ Φάρσαλον δέ. ἴσχυσαν δέ, φασί, ποτὲ πολλὰ οἱ Ἐρετριεῖς καὶ πόλεις δὲ πολλὰς ἡ Ἐρέτρια, ὡς καὶ ἡ Χαλκίς, συνῴκισε. κατεσκάφη δέ, ὡς εἴρηται, ἡ παλαιὰ Ἐρέτρια, ἡ ἐν Εὐβοίᾳ τῇ νήσῳ, ἡ παρ' Ὁμήρῳ δηλαδή· ἐπεκτίσθη δὲ ὕστερον ἑτέρα, ἧς μεμνημένος ἐν ἄλλοις ὁ Γεωγράφος φησίν· «ἡ δὲ νῦν Ἐρέτρια κατὰ τὸν Ὠρωπόν». λέγει δὲ καί, ὅτι μετὰ Γεραιστὸν Ἐρέτρια πόλις μεγίστη τῆς Βοιωτίας μετὰ Χαλκίδα. ἔπειτα ἡ Χαλκὶς μητρόπολις τῆς νήσου τρόπον τινὰ ἐπ' αὐτῷ τῷ Εὐρίπῳ ἱδρυμένη ἀντικρὺ Αὐλίδος. ἐκαλεῖτο δέ ποτε ἡ Ἐρέτρια καὶ Ἀρότρια. Ὅμηρος δὲ διὰ μέτρον Εἰρέτριαν καλεῖ ἐπενθέσει τοῦ ἰῶτα. [Ἰστέον δὲ καί, ὅτι Σώπατρος ἱστορεῖται λευκάλφιτον λέγειν τὴν Ἐρέτριαν, ἐπεὶ διάφοροι αἱ ἐκ ταύτης μάζαι, ὡς καὶ αἱ ἐκ τῆς Τέω. Ἀρχέστρατος μέντοι ἄλλως ὑπερφωνεῖ τὸν τοιοῦτον ῥήτορα ποιητικώτερον εἰπὼν τὴν κλεινὴν Λέσβον λευκότερα αἰθερίας χιόνος ἄλφιτα φέρειν, καὶ ἐπαγαγών· «θεοὶ εἴπερ ἔδουσιν ἄλφιτα, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει», τὰ δ' ἄλλα γίγαρτα φαίνεσθαι πρὸς ἐκείνας φάμενος. Ὅτι δὲ διαφέρει ἄρτου μάζα καὶ ὡς εὐπεπτότερον μάζης ὁ ἄρτος καὶ ὅτι ἀπεναντίας κεῖνται τοῖς καθαροῖς ἄρτοις οἱ Κιλίκιοι ῥυπαροὶ ὄντες καὶ φαιοί, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς.] Ἡ δὲ Ἱστίαια προπαροξυτόνως μὲν κατὰ τοὺς ἀκριβεστέρους ἀναγινώσκεται ὁμοίως τῷ Νίκαια, Φώκαια· πολυστάφυλος δὲ ὑπὸ τοῦ ποιητοῦ παρατετηρημένως εἴρηται. Παρασημειοῦνται γὰρ οἱ παλαιοὶ τὸν ποιητὴν κατὰ μηδέν τι μηδὲ τῶν τοιούτων ψεύδεσθαι ἢ ἀστοχεῖν. γράφεται δὲ καὶ διὰ τοῦ ε κατὰ τὴν ἀρχὴν καὶ διὰ τοῦ ι, ὥσπερ καὶ ἡ κατ' οἴκους ἱστία καὶ ἑστία λέγεται· Ἰωνικωτέρα δέ, φασίν, ἡ διὰ τοῦ ι γραφή. ὕστερον δέ, φασίν, ἐκλήθη αὕτη Ὠρεός. ὁ πολίτης ταύτης Ἱστιαιεύς· ὁ δὲ τῆς Θεσσαλικῆς Ἱστιαίας πολίτης Ἱστιαιώτης. ἦν δὲ καὶ γυνὴ σοφὴ Ἀλεξανδρηνὴ κατὰ τὸν Γεωγράφον τὴν κλῆσιν Ἱστιαῖα ἢ Ἑστιαῖα