Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.431
Not analysed yet
συνεισενεγκοῦσά τι καὶ αὐτὴ εἰς τὴν Ἰλιάδα Ὁμήρου καὶ ἑτέρα δὲ ἀρχαία ἡρωΐς, θυγάτηρ Ὑριέως, ἀφ' ἧς ἡ πόλις ὠνόμασται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ὥσπερ ἀπὸ δήμου Ἀττικοῦ Ἐρετριέων ἡ Ἐρέτρια, ἤγουν ἀπὸ Ἐρετρίας τῆς Ἀθήνησιν, ὡς πρὸ ὀλίγου ἐγράφη, οὕτως ἀπὸ δήμου Ἱστιαιέων ἡ Ἱστιαία. λέγει δὲ καί, ὅτι Ἱστιαία ὕστερον Ὠρεὸς καὶ οἱ Ἱστιαιεῖς Ὠρεῖται. οἱ δὲ οὐ τοὺς αὐτοὺς ἐξ ἀρχῆς φασιν εἶναι, ἀλλὰ ἰδίᾳ ὄντας τοὺς Ὠρείτας συνοικῆσαι τοῖς Ἱστιαιεῦσι, καὶ γενηθεῖσαν μίαν πόλιν ἀμφοτέροις χρῆσθαι τοῖς ὀνόμασιν, ὡς Λακεδαίμων καὶ Σπάρτη ἡ αὐτή. κεῖται δὲ ἡ Ἱστιαία ὑπὸ ὄρει παρὰ τὸν Κάλλαντα ποταμὸν ἐπὶ πέτρας ὑψηλῆς. διὸ καὶ Ὠρεὸς ἐκλήθη ἐκτάσει δηλαδὴ τοῦ ο εἰς ω διὰ τὸ ὀρείους, φασίν, εἶναι τοὺς προοικήσαντας. δοκεῖ δέ, φασί, καὶ ὁ Ὠρίων ἐνταῦθα τραφεὶς ἀφεῖναι αὐτῇ τὸ ὄνομα, οἱ δὲ ἀνάπαλιν ὅτι καὶ ὁ Ὠρίων ἐνταῦθα τραφεὶς οὕτω λέγεται ὀνομασθῆναι. (v. 538) Ἡ δὲ Κήρινθος ἐκλήθη ποτέ, φασί, καὶ Ἐλλοπία ἀπὸ Ἔλλοπος, υἱοῦ Τιθωνοῦ· ποταμὸς δὲ περὶ αὐτὴν Βουδόρας καλούμενος ἢ Βούδορος, φασίν, ὁμώνυμος ὄρει Σαλαμινίῳ. ἔφαλον δὲ ταύτην ὁ ποιητὴς λέγει, ὡς μὴ ἁπλῶς ἀγχίαλον, ἀλλ' ἐπ' αὐτῆς ὡς εἰπεῖν τῆς ἁλός· κατὰ γὰρ τοὺς παλαιοὺς ταύτης τὰ θεμέλια ὑπὸ θαλάσσης ἁλμίζεται. ὁ δὲ Στράβων πολείδιον Ἱστιαιέων τὴν Κήρινθον λέγει, ἐπὶ τῇ θαλάσσῃ κείμενον. Δίου δὲ πτολίεθρον αἰπὺ τὸ Δῖον λέγει περιφραστικῶς ἐφ' ὑψηλοῦ, ὡς εἰκός, ἱδρυμένον. κεῖται δέ, φασί, τὸ Δῖον τοῦτο περὶ τὸ Κήναιον τῆς Εὐβοίας ἀκρωτήριον. πολίτης αὐτοῦ Διηνός. ἦν δὲ καὶ Μακεδονικόν, φασί, Δῖον, ἔνθα καὶ Ὀλυμπικὸς ἀγὼν ἐτελεῖτο· καὶ ἄλλαι δὲ πόλεις τὴν τοῦ Δίου κλῆσιν εἶχον, ὡς ὁ τὰ Ἐθνικὰ γράψας δηλοῖ, ἐν αἷς καὶ ἡ κατὰ κοίλην Συρίαν, Ἀλεξάνδρου κτίσμα, ἧς τὸ ὕδωρ νοσερόν· ἐφ' ᾧ καὶ ἐπίγραμμα· «νᾶμα τὸ Διηνόν, γλυκερὸν ποτόν, ἢν δέ γε πίῃς, παύσῃ μὲν δίψης, εὐθὺ δὲ καὶ βιότοιο». ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι τὸ Δῖον ἐν τῷ ῥηθέντι Ὠρεῷ καὶ Ἀθῆναι Διάδες αὐτόθι, κτίσμα Ἀθηναίων. (v. 539) Ἡ δὲ Κάρυστος ὑπὸ τῇ Ὄχῃ, φασί, κεῖται, ἥτις ἐστίν, ὡς καὶ προερρέθη, ὄρος μέγιστον τῶν ἐν Εὐβοίᾳ, ἐξ οὗ καὶ ἡ Εὔβοια Ὄχη ὠνομάσθη ποτέ. ἐκλήθη δὲ Ὄχη ἢ διὰ τὸ ἐξέχειν, ἐξ οὗ, ὡς εἴρηται, καὶ τὸ ὄχα ἐπίρρημα, ἢ κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆς