Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.432
Not analysed yet
ἐκεῖ ὀχείας ἤτοι μίξεως Διὸς καὶ Ἥρας, ἢ διὰ τὴν αὐτόθι τῶν προβάτων ὀχείαν, ἤδη δὲ καὶ τροφήν· Ἀχαιοὶ γὰρ τὴν τροφὴν ὀχὴν λέγουσιν [ὀξυτόνως εἰς διαστολὴν τῆς ὀρεινῆς Ὄχης. γίνεται δὲ ἀπὸ τῆς Ἀργείας ὀχῆς καὶ ἡ εὐωχία κατὰ ἔκτασιν, ὡς εὖ συνέχουσα τὸ σῶμα. τινὲς δὲ ἄλλως τὴν εὐωχίαν γίνεσθαί φασιν ἀπὸ τοῦ εὖ ἔχειν τοὺς συνιόντας εἰς εὐφροσύνην τιμῇ τοῦ θείου καὶ εἰς ἄνεσιν ἑαυτοὺς καθιέναι.] Λέγεται δέ, φασίν, ἡ Ὄχη αὕτη καὶ ἀρσενικῶς ὁ Ὄχης. ἐκαλεῖτο δὲ ἡ Κάρυστος καὶ Αἰγαία ἀπὸ Αἰγαίωνος δυνάστου, ἀφ' οὗ καὶ πέλαγος Αἰγαῖον. ἦν δὲ καὶ λατόμιον τὸ Μαρμάριον Καρυστίων κιόνων κατὰ τὸν Γεωγράφον περὶ αὐτήν, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Μαρμαρίνου· καὶ λίθος δέ, φησί, περὶ αὐτὴν ἐφύετο ἡ ξαινομένη καὶ ὑφαινομένη ὥστε χειρόμακτρα ποιεῖν, ἃ ῥυπωθέντα καὶ εἰς φλόγα βληθέντα ἀπεκαθαίροντο, φησί, τοῦ πίνου παραπλησίως τῇ πλύσει. κεῖται δέ, φασί, Κάρυστος ἀντικρὺ Χίου παρὰ τὸν περὶ τὸ Μυρτῷον πέλαγος πλοῦν. ἐκλήθη δὲ ἀπὸ Καρύστου, υἱοῦ Χείρωνος, ἐξ οὗ καὶ Χειρωνία ποτὲ ὠνομάσθη. ὁ δὲ παρὰ τῷ Ἀλκμᾶνι Καρύστιος οἶνος οὐκ ἐντεῦθεν ἦν, ἀλλὰ ἀπὸ Καρύστου Ἀρκαδικοῦ, κατὰ δὲ τὸν Γεωγράφον ἀπὸ Λακωνικῆς Καρύστου. Στύρα δὲ φυλάσσει μὲν εἰσέτι καὶ νῦν τὸ ὄνομα· κεῖται δὲ κατὰ τὸν Γεωγράφον πλησίον Καρύστου καὶ αὐτὴ καὶ τὸ ῥηθὲν Μαρμάρειον, ἐν ᾧ τὸ ῥηθὲν λατόμιον. ἐθνικὸν αὐτῶν Στυριεύς· τὸ δέ γε Στυράκιον ἄλλο τι παρὰ τὰ Στύρα ἐστὶν ὄρος Κρήτης ὄν. ὁ μέντοι στύραξ φυτόν ἐστιν, ἐξ οὗ ἀκοντίσματά φασι στυράκινα ἐοικότα τοῖς κρανεΐνοις. κατεστράφη δὲ τὰ Στύρα ὑπὸ Φαίδρου, Ἀθηναίων στρατηγοῦ. (v. 542—4) Καὶ πόλεις μὲν αὗται τῶν περὶ Ἐλεφήνορα, κοινῶς δὲ οἱ ὑπ' αὐτὸν Ἄβαντες. φησὶ γάρ· «τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες, αἰχμηταί, μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσιν». εἴπομεν δὲ ἤδη, ὅτι σημειοῦνται ἐνταῦθα οἱ παλαιοί, ὡς Εὔβοιαν μὲν οἶδεν ὁ ποιητής,