Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.433
Not analysed yet
Εὐβοεῖς δὲ οὐ λέγει, ὥσπερ καὶ Ἴλιον λέγων Ἰλιεῖς οὔ φησι τοὺς ἐξ αὐτῆς· οὕτω δὲ καὶ Σικελοὺς μὲν λέγει, Σικελίαν δὲ οὔ, ἀλλὰ Σικανίαν, καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι οὕτω καὶ Βαβυλὼν μὲν πόλις, Βαβυλώνιοι δὲ τὸ ἐθνικὸν οὐκ ἀπ' αὐτῆς, ἀλλ' ἀπὸ τῆς χώρας· καὶ Πορφύριος δὲ ἐφιστᾷ, ὅτι τῶν ἐκ Ζελείας τὴν χώραν Λυκίαν ἐκάλουν συνωνύμως τῇ ἐν τῷ Ξάνθῳ, τοὺς δὲ οἰκήτορας οὐ Λυκίους, ἀλλ' ἑτερωνύμως Τρῶας. οὕτω δὲ καὶ τοὺς ἐξ Ἤλιδος εὑρήσομεν ἐν τῷ αὐτῶν καταλόγῳ καλουμένους Ἐπειούς. ἐρρέθη δὲ ἐν τῇ αʹ ῥαψῳδίᾳ καί, ὅτι οἱ τῆς Ἀτραμυτηνῆς Θήβης οὐ Θηβαῖοι, ἀλλ' ἑτερωνύμως ἐλέγοντο Κίλικες. Ἰστέον δὲ καὶ ὅτι Εὔβοιαν ὁ ποιητὴς οὐ τὴν ὅλην οἶδε νῆσον, ἀλλά τι μέρος αὐτῆς· ὅθεν οὐδὲ εἶχε κοινῶς Εὐβοεῖς εἰπεῖν τοὺς ὑπὸ τῷ Ἐλεφήνορι τεταγμένους, ὥσπερ οὐδὲ Ἐρετριεῖς κοινῶς ἢ Χαλκιδεῖς. (v. 542) Ὅθεν τὸ κοινὸν εἶπε τοὺς Ἄβαντας, εἰς ὃ πάντες οἱ τῆς νήσου ὑπέπιπτον, ἀφ' ὧν καὶ Ἀβαντὶς Εὔβοια, ὡς ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ἧς ὁμώνυμος ἡ προρρηθεῖσα πηγὴ Ἀρέθουσα· οἱ δὲ λέγουσι καί, ὅτι Θρᾷκες κατὰ Ἀριστοτέλην ὁρμηθέντες ἐξ Ἄβας τῆς Φωκικῆς ἐπῴκησαν τὴν νῆσον καὶ ἐπωνόμασαν Ἄβαντας τοὺς ἐκεῖ· οἱ δὲ ἀπὸ ἥρωός φασιν Ἄβαντος κληθῆναι, καθὰ καὶ Εὔβοιαν ἀπὸ ἡρωΐνης. Σημείωσαι οὖν, ὅτι ὥσπερ ἔθνος μὲν οἱ Βοιωτοὶ καὶ οἱ Φωκεῖς καὶ οἱ Λοκροί, περὶ ὧν ἐρρέθη, πόλεις δὲ αὐτῶν αὗται καὶ ἐκεῖναι, οὕτω καὶ ἐθνικὸν μὲν ἐνταῦθα οἱ Ἄβαντες, αἱ δὲ κατ' αὐτοὺς πόλεις ἡ δεῖνα καὶ ἡ δεῖνα. Ἔστι δὲ καὶ ἱστορία γενεαλογικὴ δηλοῦσα περί τε Ἀβάντων καὶ τοῦ προρρηθέντος Δίου καὶ περὶ ἑτέρων τινῶν χρησίμων τοιαύτη. Ἐρεχθέως, υἱοῦ Πανδίονος, γίνεται Κέκροψ, Ὀρνεύς, Πάνδωρος, Μητίων· ὧν Ὀρνέως μὲν Πετεώς, οὗ Μενεσθεύς, ὁ ῥηθησόμενος τῶν Ἀθηναίων βασιλεύς. Πάνδωρος δὲ Εὔβοιαν οἰκίζει· οὗ Ἄλκων καὶ Δίας, ὧν ὁ μὲν Δῖον κτίζει, ὁ δ' Ἄλκων Ἄβαντα ἴσχει, ὃς Ἄβαντας ἐκάλεσεν, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ, ὁ προρρηθεὶς τῶν Ἀβάντων βασιλεύς. ἐν δὲ τοῖς τοῦ Πορφυρίου φέρεται καὶ ταῦτα. Ἄτλαντος καὶ Πληϊόνης τῆς Ὠκεανοῦ Ἁλκυόνη· ἧς καὶ Ποσειδῶνος Ὑπέρης, οὗ Ἀρέθουσα ἡρωῒς γυνή, ἧς καὶ Ποσειδῶνος Ἄβας, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ. ἡ δὲ ῥηθεῖσα γυνὴ Ἀρέθουσα κληθῆναι δέδωκεν ἐξ ἑαυτῆς τὴν Εὐβοΐδα πηγὴν Ἀρέθουσαν, ἧς ὁ χρησμὸς ἐμνήσθη, ὡς πρὸ βραχέων ἐρρέθη. ὅτι δὲ οὕτω ἐπίσημος ὁ Χαλκώδων, ὡς ἀπ' αὐτοῦ καὶ