Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.434
Not analysed yet
Χαλκωδοντιάδας λέγεσθαι τοὺς Εὐβοεῖς, δηλοῖ Εὐριπίδης Ἴωνι εἰπών. «τοῖς Ἀθηναίοις τοῖς τε Χαλκωδοντιάδαις, οἳ γῆν ἔχουσιν Εὐβοῖδα». Ὄπιθεν δὲ κομῶντας τοὺς Ἄβαντας λέγει κατά τι ἔθος ἴδιον. φασὶ γὰρ οἱ παλαιοί, ὅτι Κουρῆτες ἐν Χαλκίδι ᾤκησαν. συνεχοῦς δὲ πολέμου ὄντος αὐτοῖς περὶ τοῦ Λιλαντίου πεδίου, ἐπεὶ τῆς κόμης οἱ πολέμιοι δραττόμενοι κατέσπων αὐτούς, ὀπισθόκομοι γεγόνασι, τὰ ἔμπροσθεν κειρόμενοι· διὸ καὶ Κουρῆτες ἀπὸ τῆς κουρᾶς ἐκλήθησαν καὶ ἀγάλματά εἰσι παρ' αὐτοῖς οὕτως ἔχοντα. μετοικήσαντας δὲ εἰς Αἰτωλίαν φασὶν Ἀκαρνᾶνας κληθῆναι διὰ τὸ ἀκούρους φυλάσσειν τὰς κεφαλάς. περὶ δὲ Κουρήτων καὶ Ἀκαρνάνων ἐν τοῖς μετὰ ταῦτα πλατύτερον ῥηθήσεται, ὅπου ἐρεῖ ὁ ποιητής· «Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοί». οἱ δὲ παλαιοὶ λέγουσι καί, ὅτι ἴδιον κουρᾶς Εὐβοέων τὸ βαθείας ἔχειν τὰς ὄπισθεν κόμας ἀνδρίας χάριν. Τὸ δὲ ὄπισθεν ὄπιθεν καὶ ἐνταῦθα ὁ ποιητὴς εἶπε κατ' ἔλλειψιν τοῦ σ διὰ χρείαν μετρικήν. φύσει γὰρ σὺν τῷ σ ἐστιν ὡς ἐκ τοῦ ὀπίσω συγκοπέν. (v. 543 s.) Ὅτι δὲ οἱ Ἄβαντες αἰχμηταί, δηλοῖ μὲν καὶ ἡ ἱστορία εἰποῦσα αἰσχρὸν εἶναι παρ' αὐτοῖς τὸ τοξεύειν· δηλοῖ δὲ καὶ ὁ ποιητὴς ἐφερμηνεύων τὴν λέξιν ἐν τῷ εἰπεῖν αὐτοὺς προθυμεῖσθαι θώρακας ῥήξειν δηΐων ὀρεκταῖς μελίαις· αἰχμηταὶ γὰρ πάντως οἱ τοιοῦτοι. εἰσὶ δὲ μελίαι μὲν τὰ δόρατα, διότι ἀπὸ ξύλου μελίας ἐσκευάζετο, ὀρεκταὶ δὲ αἱ ἐκτεινόμεναι κατὰ τῶν πολεμίων, ἵνα εἶεν Ἄβαντες αἰχμηταὶ οἱ μὴ ἀφιέντες τὰς αἰχμάς, ὀρέγοντες δὲ ταῖς χερσὶ καὶ οὕτω πλήσσοντες· ὀρέξαι γὰρ τὸ ἐκ χειρὸς πατάξαι, ὅθεν καὶ ὀρεκτὴ μελία. ἡ δὲ σοφωτέρα περὶ τῶν τοιούτων ὁμιλία ἡ παλαιὰ τοιαύτη. διττὴ ἡ τῶν δοράτων, φησί, χρῆσις, ἡ μὲν ἐκ χειρός, ὅτε καὶ ἀγχέμαχα καὶ ὀρεκτὰ λέγονται, ἡ δὲ ὡς ἐν παλτοῖς, καθὰ καὶ ὁ κοντὸς ἀμφοτέρας τὰς χρείας ἀποδίδωσι· συστάδην τε γὰρ καὶ κοντοβολούντων, ὅπερ καὶ ἡ σάρισσα δύναται καὶ ὁ ὑσσός. ἔνθα καὶ σημείωσαι κοινωνίαν καὶ διαφορὰν δόρατος καὶ παλτοῦ καὶ κοντοῦ καὶ σαρίσσης καὶ ὑσσοῦ. Λέγει δὲ ἡ αὐτὴ παλαιὰ γραφὴ καί, ὅτι ἀγαθοὶ οἱ Εὐβοεῖς πρὸς μάχην σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός. ὁ δὲ εἰπών «δουρὶ δ' ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ» τῷ παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες δὲ παλτοῖς χρῶνται δόρασι πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζουσιν. ἀγχέμαχοι δὲ οὐ μόνον οἱ χρώμενοι ξίφει, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὡς τὸ «οὔτησε ξυστῷ χαλκήρεϊ». ἔγνωσται οὖν ἐκ τοῦ τοιούτου λόγου σαφῶς, ὅτι ὀρεκτὰ δόρατα τὰ μὴ ἐκπετόμενα τῶν χειρῶν κατὰ τὴν ἰθυπτίωνα μελίην, ἀλλὰ ἐν τῷ κρατεῖσθαι βάλλοντα· ὅπερ ὁ Νέστωρ παρήγγελλεν ἐν τῷ «ἔγχει ὀρεξάσθω». (v. 544) Τὸ δὲ θώρηκας ῥήξειν ῥηξιθώρακας τοὺς Ἄβαντας ποιεῖ, ὥσπερ