Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.435
Not analysed yet
τὸ ἀνέρας ῥήξειν παράγει τὸν ῥηξήνορα. Τὸ δὲ δηΐων ἐνταῦθα οἱ παλαιοὶ ἀξιοῦσι δῄων ἀναγινώσκειν δισυλλάβως δίχα ἐκφωνήσεως τοῦ ι καὶ γίνεται οὕτω τὸ ἔπος ὁλοσπόνδειον. Σημείωσαι δὲ ὅτι νῦν μὲν ὁ ποιητὴς εἶπε τοὺς Ἄβαντας μεμαῶτας μελίαις θώρηκας ῥήξειν πολεμίων, προϊὼν δὲ ἐπὶ τοῦ Ἕκτορος ἐρεῖ, ὅτι ἅμα τούτῳ λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι, πάνυ ἐλλειπτικῶς εἰπών. ἐνταῦθα μὲν γὰρ ἐπὶ τῶν Ἀβάντων ἐντελῶς ἔχει τὸ μεμαῶτες μελίαις ῥήξειν τοὺς τῶν πολεμίων θώρακας, ἐκεῖ δὲ ἐλλιπῶς ἐρρέθη τὸ μεμαότες ἐγχείῃσι· λείπει γὰρ τὸ ῥήξειν θώρακας πολεμίων ἢ εἴ τι ἄλλο τοιοῦτον. ἔνθα καὶ σημειωτέον, ὅτι τὸν Τρωϊκὸν ὅλον κατάλογον ἐπισπέρχων ὁ ποιητὴς συνέτεμε κἀνταῦθα τῇ ἐλλείψει τὴν πολυλογίαν καὶ τοῖς Τρωϊκοῖς πράγμασι τὴν φράσιν συνεξωμοίωσεν. ὅρα δὲ καὶ ὅτι τὸ μεμαότες ἐνταῦθα μὲν ἐμεγάλυνε τὴν παραλήγουσαν Ἰωνικώτερον, ἐκεῖ δὲ κοινότερον ἐσμίκρυνε· καὶ τὴν προπαραλήγουσαν δὲ ἐνταῦθα μὲν συνέστειλεν, ἐκεῖ δὲ ἐξέτεινεν. (v. 546) Ὅτι τὰς Ἀθήνας εὐκτίμενον πτολίεθρον λέγει ὡς εὖ καὶ αὐτὸ ἐκτισμένον ἢ καὶ ὡς ἀγαθοὺς ἔχων πολιστάς, οὓς κτίτας ἡ τραγῳδία φησὶ κατ' ἔλλειψιν καὶ αὐτοὺς τοῦ σ. (v. 547 s.) Λέγει δὲ τὰς αὐτὰς Ἀθήνας καὶ δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη ἔθρεψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. εὐγενὴς δὲ ἀνὴρ ὁ Ἐρεχθεὺς καὶ συνετός, ὡς οἷα καὶ Ἀθηνᾶς τρόφιμος], καὶ αὐτόχθων, οὐ μὴν ἔπηλυς, καθά τινες ὑπέλαβον τὸν Κέκροπα. διὸ καὶ ὡς μὲν ἀγχίνους ὑπ' Ἀθηνᾶς λέγεται τραφῆναι, ὡς δὲ αὐτόχθων ὑπὸ γῆς γεννηθῆναι· ὥστε ἐξεῖναι λεχθῆναι αὐτὸν γηγενῆ, [ἃ δὴ καὶ γῆς γεννήμασιν ἀψύχοις γλυκέως ἐπιλέγονται, ὡς δῆλον ἐκ τοῦ «αὐτόχθονα λάχανα» καὶ τοῦ «φύονται μύκητες γηγενεῖς», οἳ καὶ μῦκαι λέγονται κατὰ κλίσιν ἰσοσύλλαβον, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ἔνια ὕδνα ὁμοίως τοῖς μύκαις πνιγώδη εἰσί.] Τάχα δὲ καὶ κατὰ τὸν Τιτυὸν μεγάλῳ διῳκεῖτο σώματι, διόπερ ἐκεῖνος μὲν ἁπλῶς γαιήϊος, οὗτος δὲ τόκος ζειδώρου ἀρούρης. ἔνθα φασὶν οἱ παλαιοί, ὅτι κύριον ἐπὶ Ἀττικῆς τὸ ζείδωρος δοκεῖ. ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός, οὗ μέρος καὶ ἡ ζειά· ὅθεν ἡ ζείδωρος. διό φασι νῦν πρώτως τῷ ἐπιθέτῳ τούτῳ ἐχρήσατο, [ἐξ οὗ