Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.454
Not analysed yet
Ὑπομνήμασι κατὰ τὸν <τὰ> Ἐθνικὰ γράψαντα. Τὸ δέ «κητώεσσα» δηλοῖ μὲν τὴν μεγάλην παρὰ τὸ κῆτος, τὸ μεῖζον τῶν ἐνύγρων. γράφεται δὲ καὶ ἄλλως παρὰ τοῖς παλαιοῖς «καιετάεσσα», ἤγουν καλαμινθώδης, φασί· πολὺ δὲ ἐν Σπάρτῃ τὸ τοιοῦτον φυτόν· οἱ δὲ ὅτι εὔσειστος ἡ Λακωνική· Καιετοὶ γὰρ οἱ ἀπὸ τῶν σεισμῶν ῥωχμοί, ὅθεν Καιέτας δεσμωτήριον παρὰ Λακεδαιμονίοις, σπήλαιόν τι· τινὲς δὲ κώους τὰ τοιαῦτα κοιλώματά φασιν, ἀφ' οὗ «φηρσὶν ὀρεσκῴοις» φησὶν Ὅμηρος. τῆς δὲ τοιαύτης λέξεως μνήμη τις ἔσται καὶ μετ' ὀλίγα ἐν τοῖς περὶ τῆς νήσου Κῶ. ζήτει δὲ περὶ τούτου καὶ τὰ εἰς τὴν Ὀδύσσειαν, οὐκ ἀνάξια ἐντυχίας ὄντα. ζητητέον δέ, μήποτε ἡ Λακεδαίμων κητώεσσα λέγηται καὶ διὰ τὸ τὴν ζωννῦσαν τὰ ἐκεῖ θάλασσαν κητοτρόφον εἶναι καὶ οὕτω θηριώδη, καθ' ὃ καὶ Ἡρόδοτος θηριωδεστάτην φησὶ θάλασσαν τὴν περὶ τὸν Ἄθω. εἰκὸς δὲ τοιαύτην ἔννοιαν ὑπεῖναι τῇ κητωέσσῃ καὶ διὰ Φώκαιαν, ἥτις διὰ κῆτος, τὰς φώκας, ὠνόμασται. Φώκαιαν δέ φαμεν τὴν Ἀσιανήν, ἥτις λέγεται εἶναι Ἰωνίας μὲν ἀρχή, Αἰολίδος δὲ πέρας. (v. 582) Τὴν δὲ Φάρην ὁ τὰ Ἐθνικὰ γράψας διὰ τοῦ ι εἰδέναι φαίνεται ὡς ἀπὸ τῆς στοιχειακῆς ἀκολουθίας· τὰ δὲ πλείω τῶν ἀντιγράφων διὰ τοῦ η γράφουσι καὶ ἔχει τοῦτο λόγον ἐκ τοῦ ἐθνικοῦ· ὡς γὰρ Σπάρτη Σπαρτιάτης, οὕτω Φάρη Φαριάτης. τὴν δὲ Σπάρτην οἱ μὲν βασίλειόν φασι λέγοντες καί, ὅτι τῶν κατὰ Πελοπόννησον πόλεις ἐνδοξότατοι «Ἄργος τε Σπάρτη τε». τινὲς δὲ ὅτι Λακεδαίμων μὲν ἡ χώρα, Σπάρτη δὲ ἡ πόλις, εἰς ταὐτὸν ἄγοντες οὗτοι τὴν Λακεδαίμονα πόλιν καὶ τὴν Σπάρτην· οἱ δέ τινες καὶ αὐτῆς τῆς μιᾶς πόλεως τὸ μέν τι Λακεδαίμονα, τὸ δὲ Σπάρτην καλοῦσιν. Ἡρόδοτος δὲ λέγει, ὅτι ἐν Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα· ἕτεροι δέ φασιν, ὅτι Λακεδαίμων πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ, ἡ Σπάρτη πρότερον ἀπὸ Σπάρτου, υἱοῦ Ἀμύκλαντος, ἢ διότι Λέλεγες οἱ πρῶτοι συνοικήσαντες τὴν πόλιν διεσπαρμένοι τὸ πρίν, εἶτα ἐκεῖ συνῆλθον καὶ ᾤκησαν εἰς ταὐτό· οἱ δέ τινες χωρίον φασὶ τὴν Σπάρτην Λακωνικόν, κληθὲν ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, οἳ ἐκπεσόντες εἰς τὴν Λακωνικὴν ἀφ' ἑαυτῶν τὴν Σπάρτην ὠνόμασαν. ἀνδρειότατοι