Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.455
Not analysed yet
δὲ πάλαι ποτὲ οἱ Σπαρτιᾶται. ἔστι δέ, φασί, καὶ Σπάρτον ὄρος καὶ Σπάρτη κώμη περὶ Εὔξεινον. ὁ δὲ Κωμικὸς ἔπαιξεν εἰς τὴν Λακωνικὴν Σπάρτην ὡς ὁμωνυμοῦσαν τοῖς σπαρτοῖς, ἅπερ ἐστὶ σχοινία ἀπὸ τοῦ τῶν σπάρτων φυτοῦ. ὅρα δὲ ὅτι, εἰ καὶ εἰς ταὐτόν τινες ἤγαγον, ὡς ἐρρέθη, τὴν Λακεδαίμονα καὶ τὴν Σπάρτην, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα ἰδίᾳ μὲν ταύτην, ἰδίᾳ δὲ ἐκείνην ἐκφωνεῖ. ὅτι δὲ βασίλειον ἡ Σπάρτη, ὡς ἀνωτέρω ἐρρέθη, δηλοῖ καὶ ὁ Γεωγράφος εἰπών, ὅτι διελόντες Ἡρακλεῖδαι τὴν Λακωνικὴν εἰς ἓξ μίαν μερίδα τὰς Ἀμύκλας ἐξαίρετον ἔδωκαν Φιλονόμῳ τῷ προδόντι αὐτοῖς τὴν Λακωνικήν, τὴν δὲ Σπάρτην βασίλειον ἀπέφηναν σφίσιν αὐτοῖς. λέγει δὲ καί, ὅτι ὑποπέπτωκε τῷ Ταϋγέτῳ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι τὸ τοῦ Ἀπόλλωνος ἱερόν. Αἴλιος δὲ Διονύσιός φησιν οὕτω· «Λακεδαίμονα καὶ Σπάρτην διορίζουσί τινες, Λακεδαίμονα μὲν πᾶσαν καλοῦντες τὴν Λάκαιναν, Σπάρτην δὲ τὴν μίαν πόλιν, Ἀττικοὶ δὲ αὐτὴν καὶ Λακεδαίμονα. Κρατῖνος δὲ καὶ τὴν χώραν Σπάρτην οἶδεν, οὐ μόνον Λακεδαίμονα». Μέσση δὲ ἀντὶ τοῦ Μεσσήνη· ἄλλως γάρ, φασί, Μέσση οὐδαμοῦ δείκνυται. περιᾴδεται δὲ καὶ αὕτη ἐν ταῖς ἱστορίαις, ἐν αἷς φέρεται καὶ ὅτι ἡ Σικελικὴ Μεσσήνη ταύτης ἄποικος. γράφεται δὲ καὶ αὕτη καὶ ἐκείνη ἐν δυσὶ σ. παραδίδοται δέ τις καὶ ἑτέρα Μεσήνη δι' ἑνὸς σ γραφομένη. ἀποκοπὴν οὖν ἡ Ὁμηρικὴ ἔχει Μέσση ἀπὸ τοῦ Μεσσήνη. καὶ δοκεῖ μὲν τὸ πάθος καινόν· Ὁ δὲ Γεωγράφος ἐκτίθεται καινότερα ἕτερα, ἐν οἷς καὶ ὅτι ὁ ἧλος ἧλ παρά τισιν εὕρηται, ὅπερ πολλῷ τολμηρότερον τοῦ Μεσσήνη Μέσση. οὕτω δὲ καὶ ἐκ τοῦ κρίμνον τὸ κρῖ καὶ ὁ Ἀλκιμέδων Ἄλκιμος. Ἡσίοδος δέ, φησί, τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει καὶ Σοφοκλῆς τὸ ῥᾴδιον ῥᾴ. λέγει δὲ καί, ὅτι ἐπὶ τῶν Τρωϊκῶν ἡ Μεσσήνη ὑπὸ Μενελάῳ ἦν, μέρος οὖσα τῆς Λακωνικῆς, ὕστερον δὲ καὶ πόλις ἐκτίσθη Μεσσήνη, ἧς ἀκρόπολις ἡ Ἰθώμη, καὶ ὅτι ἐκ τοῦ Μεσσηνιακοῦ κόλπου, ὃς καὶ Ἀσιναῖος ἀπὸ Ἀσίνης πόλεως ἐλέγετο, αἱ προρρηθεῖσαι ἦσαν ἑπτὰ βασιλικαὶ πόλεις. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Μεσσήνη μετὰ Τριφυλίαν μέρος τῆς Λακωνικῆς ὑπὸ Μενελάῳ. ἡ δὲ νῦν, φησί, πόλις Μεσσήνη, ἧς ἐρρέθη ἀκρόπολις ἡ Ἰθώμη, οὔπω ἔκτιστο. καὶ ὅτι μετὰ Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡ