Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.456
Not analysed yet
Ἀργεία μέχρι τοῦ ἰσθμοῦ. (v. 583) Αἱ δὲ Βρυσειαὶ καὶ αἱ Αὐγειαὶ οὐ περιλαλοῦνται. πολίτης δὲ τῶν Αὐγειῶν Αὐγεάτης. τάχα οὖν καὶ Βρυσεάτης ὁμοίως. ἔστι δέ, φασί, καὶ Λοκρίδος πόλις Αὐγειαί. δοκεῖ δὲ πρωτότυπον εἶναι τὸ Βρυσεαί καὶ Αὐγεαί ὥσπερ Ὀρνεαί, περὶ ὧν πρὸ ὀλίγου εἴρηται. (v. 584) Ἀμύκλαι δὲ μία, φασί, τῶν ἑκατὸν τῆς Λακωνικῆς πόλεων, Ἀπόλλωνος ἱερά, ὡς εἴρηται, ἣν Ἀμύκλας, ὁ Λακεδαίμονος υἱός, ἔκτισεν, ὃς καὶ περιττοσυλλάβως κλίνεται Ἀμύκλαντος καὶ ἰσοσυλλάβως δὲ Ἀμύκλα. πολίτης ταύτης Ἀμυκλαΐτης, ἔτι δὲ καὶ Ἀμυκλαῖος, ἐξ οὗ καὶ Ἀμυκλαιεύς. ἔστι δὲ καὶ Ἀμύκλαιον πόλις ἐν Κρήτῃ καὶ ὅρμος. αἱ δὲ Ἀμυκλαΐδες εἶδος ὑποδήματος, ἐν Ἀμύκλαις ἐπινοηθέν. Ἕλος δὲ χωρίον καὶ κώμη ὁμώνυμος ὕστερον. πρότερον δὲ ἦν, φασί, πόλις καθ' Ὅμηρον, κτίσμα Ἑλίου, υἱοῦ Περσέως. τινὲς δὲ καὶ ταῦτα εἶπον· «Ἕλος πόλις Λακωνική· οἱ πολῖται Εἵλωτες καὶ Εἱλῶται καὶ Ἕλιοι καὶ Ἑλεᾶται». ἔστι δὲ καὶ Ἕλος Αἰγύπτου. ταῦτα δὲ ὁ τὰ Ἐθνικὰ γράψας εἰς τὸ ἕτερον Ἕλος λέγει, τὸ ἐν τοῖς ἐφεξῆς ὑπὸ τὸν Νέστορα. Ἕτεροι δὲ ὅτι οὐ μόνον πόλις τὸ Ἕλος, ἀλλὰ καὶ εἰς χώραν τινὰ πλατύνεται, ἀφ' ἧς καὶ μᾶλλον οἱ Εἵλωτες, οἳ συνελθόντες τοῖς Μεσσηνίοις ἦν ὅτε καὶ πράγματα παρασχόντες τοῖς Λακεδαιμονίοις, εἶτα ὑπετάγησαν ὡσεὶ καὶ δοῦλοι· καὶ ἐξ αὐτῶν τὸ ὄνομα τῶν Εἱλώτων εἰς δουλικὴν ἁπλῶς μετελήφθη κλῆσιν καὶ τὸ τοπικὸν εἰς δουλικῆς τύχης σημασίαν μετέπεσεν. ὅτι δὲ τὸ ἕλος ὑγρόν τινα τόπον δηλοῖ καὶ σύμφυτον, δῆλον. ἐμφαίνει δὲ τοῦτο καὶ ἡ ἰδιωτικὴ παραφθορὰ ζύγραν τὸν τοιοῦτον λέγουσα τόπον, ὅπερ οὐδὲν ἀλλ' ἢ δίυγρά τίς ἐστιν. Ἰστέον δὲ ὅτι τὸ θηλυκὸν τῶν ῥηθέντων Εἱλώτων αἱ Εἱλώτιδες, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, ἐν ᾧ καὶ ὅτι ὥσπερ Εἵλωτες ἐν Λακεδαίμονι, οὕτω Πενέσται μὲν παρὰ Θετταλοῖς, οἱ μὴ γόνῳ δοῦλοι, ἀλλὰ πολέμῳ, Κιλλικύριοι δὲ ἐν Κρήτῃ, Μαριανδυνοὶ δὲ ἐν