Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.457
Not analysed yet
Ἡρακλείᾳ τῇ Ποντικῇ, καὶ Ἀρότται ἐν Συρακούσαις. Ἰστέον δὲ ὅτι ἐν ῥητορικῷ Λεξικῷ φέρεται, ὥς ἐστιν εἶδός τι μυιῶν, αἳ λέγονται ἕλειοι. οὐ διαρθροῖ δὲ καὶ ποίου Ἕλους αὗται. ἴσως δὲ ἁπλῶς οὕτω καλεῖ τὰς ἐν τοῖς ἕλεσι. (v. 585) Λάαν δὲ Ὅμηρος μὲν δισυλλάβως προάγει· οἱ δὲ παλαιοί φασιν, ὅτι Λᾶ μονοσυλλάβως ἐλέγετο ἀρσενικῶς τε καὶ θηλυκῶς ἤγουν καὶ ἡ Λᾶ καὶ ὁ Λᾶς, ὡς καὶ ὁ Λυκόφρων δηλοῖ ἐν τῷ «καὶ Λᾶν περήσεις». ὁ δὲ ποιητὴς διέλυσε, φασί. κεῖται δ' ἐπὶ πέτρας ὑψηλῆς· διὸ Λᾶ καλεῖται ὡς ἀπὸ τοῦ λᾶς ὁ λίθος. ταύτην φασὶ τὴν Λᾶν οἱ Διόσκουροι ἐκ πολιορκίας εἷλον· διὸ ἐκλήθησαν Λαπέρσαι. οἱ δὲ οἰκοῦντες ἄδηλον, εἴτε Λαοὶ ὀξυτόνως εἴτε Λᾶοι προπερισπωμένως. ἡ δὲ ἀμφιβολία διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν. Οἴτυλος δὲ τρισυλλάβως, ὡς δάκτυλος, ἀπὸ Οἰτύλου ἥρωος, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἕτεροι δὲ τὸ «Οἴτυλον ἀμφενέμοντο» ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκουσιν, ἄρθρον μὲν τιθέντες τὸ οἵ, πόλιν δὲ τὴν Τύλον, ἵνα λέγῃ ὅτι καὶ οἳ τὴν Τύλον ἀμφενέμοντο. οὐκ ἀρέσκει δὲ τοῦτο τοῖς ἀκριβέσιν, οἳ Τύλιν μὲν πόλιν Θρᾴκης οἴδασι κλινομένην Τύλεως, Τύλον δὲ οὐ πόλιν Λακωνικήν. καὶ Τυλησσὸν δὲ ὄρος ἐκεῖνοι λέγουσιν Ἰταλίας. (v. 588) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «ἐν δ' αὐτὸς κίεν», ἤτοι ἐπορεύετο, κατ' ἐξοχὴν εἴρηται τὸ αὐτός· λέγει γὰρ ὅτι ὁ Μενέλαος καίτοι βασιλεὺς ὢν αὐτὸς ἑαυτὸν παρατάσσει. οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀδελφοῦ βασιλέως ἔφη· «ἐν δ' αὐτὸς ἐδύσατο χαλκόν». καὶ σημείωσαι ὅτι ἐπὶ μὲν Ἀγαμέμνονος ὡς ἀνδρείου ἔφη· «αὐτὸς ἐδύσατο χαλκόν», ἐπὶ δὲ Μενελάου μὴ τοιούτου ὄντος ἠρκέσθη εἰπών· «ἐν δ' αὐτὸς κίεν, ἰδίαις προθυμίαις πεποιθώς», ὡς ἐκείνου μὲν ἀνδρείου ὄντος, τούτου δὲ θαρραλέου. [διό που ἐν τοῖς ἑξῆς καὶ πρὸς μυῖαν διὰ παραβολῆς εἰκασθήσεται καταθρασυνομένην πολλά.] (v. 591—602) Ὅτι ὁ Νέστωρ ἐνενήκοντα νῆας ἦγε δευτερεύων τῶν τοῦ βασιλέως κατὰ τὸ πλῆθος. εἶχε δὲ ὑπ' αὐτὸν πόλεις, ἐξ ὧν τὸ ναυτικὸν συνεκρότησε, τὴν Πύλον, τὴν Ἀρήνην, ἣν καὶ ἐρατεινὴν λέγει, καὶ Θρύον Ἀλφειοῦ πόρον καὶ εὔκτιτον Αἰπὺ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον. οἷος μὲν οὖν ὁ Νέστωρ, καὶ ἐκ τοῦ ποιητοῦ εἴσεταί τις καὶ ἐξ ἑτέρων πολλῶν. Δηλοῖ δὲ τὴν τοῦ γέροντος ἀρετὴν καὶ τὸ εἰς αὐτὸν παλαιὸν ἐπίγραμμα, ὅπερ καὶ φέρτατον ἡμερίων λέγει αὐτὸν καὶ βαθύνουν καὶ ψυχὴν ἐν σώματι θείαν ἔχοντα καὶ ἄνδρα ἀγαθόν. λέγει δὲ ἡ ἱστορία καὶ αὐτὸν προσγενῆ