Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.458
Not analysed yet
τοῖς βασιλεῦσιν. Εὐρυδίκῃ γὰρ καθ' Ὅμηρον συνὼν τῇ Κλυμένου θανούσης αὐτῆς Ἀναξιβίαν ἔγημεν, ἀδελφὴν Ἀγαμέμνονος. (v. 591) Πύλοι δὲ τρεῖς κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, Μεσσηνίας, Τριφυλίας, Ἀρκαδίας. ὁ δὲ Γεωγράφος, παρ' ᾧ καὶ ἀρσενικῶς ὁ Πύλος λέγεται, φησίν, ὅτι ὑπόκειται ὁ Νέστωρ τὸν Τριφυλιακὸν Πύλον οἰκῶν. καὶ ὅτι Πύλοι τρεῖς ἱστοροῦνται ἐν Πελοποννήσῳ, καθότι καὶ ἔπος εἴρηται «ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι». ἕκαστοι δὲ τὸ παρὰ σφίσιν ἠμαθόεν πειρῶνται δεικνύειν ἀπὸ ποταμοῦ παραρρέοντος καὶ γνωρίσματα δεικνύουσι Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γεράνιον, ἐξ ὧν ἐπιθέτως εἰρῆσθαι πιστοῦνται Γερήνιον Νέστορα. Λέγει δὲ καί, ὅτι παρ' ἑκάστῳ Πύλῳ ποταμὸς ἠμαθόεις· ἀλλαχοῦ δὲ ὅτι ποταμὸς πρὸς ἄρκτον Ἄμαθος, ὅθεν ἠμαθόεις Πύλος. ἀμαθώδη γὰρ τὸν ποταμὸν ἢ τὴν χώραν εἰπεῖν ψεῦδός φασιν. ὁ δ' αὐτός φησι καί, ὅτι οὐκ ἂν ἀπογνοίη τις ἠμαθόεντα Πύλον κληθῆναι καί, διότι θινώδης καὶ στενός ἐστιν ὁ τῆς ἐκεῖ θαλάσσης αἰγιαλός. κἀκεῖνο δὲ λέγει, ὅτι πατρὶς Νέστορος Πύλος ὁ λεγόμενος Τριφυλιακὸς καὶ Ἀρκαδικὸς καὶ Λεπρεατικὸς πλείους ἢ τριάκοντα σταδίους ἀπὸ θαλάσσης, ὡς δηλοῖ καὶ ὁ πεμφθεὶς ἄγγελος ἐν Ὀδυσσείᾳ ἐπὶ τοὺς ἑταίρους Τηλεμάχου πρὸς τὸ ἐκείνου πλοῖον καλῶν αὐτοὺς ἐπὶ ξενίᾳ. οἱ δὲ ἄλλοι Πύλοι, φησίν, ἐπὶ θαλάσσης δείκνυνται. Εὐρύχορος δὲ ὁ Πύλος, εἴπερ ἑπτὰ πόλεις περὶ τὴν Πυλίαν εἰσὶ θάλασσαν, ἃς ὑπέσχετο Ἀγαμέμνων Ἀχιλλεῖ. φησὶ γάρ· «πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος». Ἀρήνη δέ, ἧς καὶ ἀλλαχοῦ μνησθήσεται ὁ ποιητής, τὸν μὲν πολίτην αὐτῆς Ἀρηναῖον παράγει· ἐρατεινὴ δὲ παρ' Ὁμήρῳ λέγεται διότι ποταμὸς ἀρδεύει αὐτήν. φησὶ γὰρ ὁ Γεωγράφος, ὅτι Ἀρήνη, ὅπου ποταμὸς Ἄνιγρος καλούμενος πρότερον Μινύειος, ὡς ὁ ποιητής· «ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης». ἀπὸ Μινυῶν δέ, φησίν, ἐκλήθη ὁ ποταμὸς Ὀρχο-