Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.459
Not analysed yet
μενίων ἐλθόντων ἐκεῖ. δύο δέ, φασί, πόλεις Ἀρῆναι, Μεσσήνης μία καὶ Τριφυλίας ἑτέρα. (v. 592) Θρύον δὲ πόλις Ἤλιδος ἡ καὶ Θρυόεσσα. τοῦ Θρύου τὸ ἐθνικὸν Θρυΐτης· τῆς δὲ Θρυοέσσης Θρυοέντιος καὶ Θρυούντιος. ὁ δὲ τὰ Ἐθνικὰ γράψας φησί· «Θρύον πόλις Μεσσηνίας· ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη»· ἔτι δὲ καὶ παρωνύμως Θρυόεις καὶ Θρυόεσσα, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται. κεῖται δὲ περὶ τὸν Ἀλφειόν, ὃς κατὰ τὸν Γεωγράφον καλεῖται μὲν οὕτως ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας. ῥέει δὲ ἐξ Ἀρκαδίας εἰς τὴν Τριφυλιακὴν θάλασσαν. πολὺ δέ, φησί, γεννᾷ θρύον ἡ Τριφυλία καὶ πᾶσα ἡ περὶ τὸ Θρύον χώρα θρυώδης, μάλιστα δ' οἱ ποταμοί. Ἀλφειοῦ δὲ πόρος τὸ Θρύον, διότι, ὡς ὁ Γεωγράφος καὶ τοῦτό φησιν, ἐνταῦθα πεζῇ περατὸς εἶναι δοκεῖ ὁ Ἀλφειός. ἦν δέ ποτε καὶ ἀνὴρ Ἀλφειός. Ἡρόδοτος οὖν οἶδε Λάκωνας ἀριστεῖς Μάρωνα καὶ Ἀλφειόν. ὅτι δὲ οὐ μόνον ἡ Θρυόεσσα παρώνυμός ἐστι φυτῷ, ἀλλὰ καὶ ἕτεροι τόποι, ἐν ἄλλοις ἱκανῶς δεδήλωται. Ἐν δὲ τῷ «εὔκτιτον Αἰπύ» οἱ μέν φασιν, ὅτι ζητεῖται πότερον ποτέρου ἐπίθετον. οἱ δὲ ἐπίθετον μέν φασι τὸ εὔκτιτον, πόλεως δὲ ὄνομα τὸ Αἰπύ· οὗ ὁ πολίτης Αἰπύτης. καλεῖται δὲ οὕτω κατὰ τὸν Γεωγράφον ἀπὸ τοῦ συμβεβηκότος, ἤγουν διότι συμβέβηκεν αὐτῷ ὑψηλῷ εἶναι. τινὲς δέ, ἐν οἷς καὶ ὁ τῶν Ἐθνικῶν γραφεύς, βαρυτόνως μὲν γράφουσιν Αἶπυ, τουτέστι προπερισπωμένως, πρὸς διαστολὴν τοῦ ἐπιθέτου, ἀπὸ τῆς ἐρυμνότητος δὲ κληθῆναί φασι λέγοντες καί, ὅτι ἐν τῷ «πόλις αἰπεῖα κολώνη» ταύτης μέμνηται ὁ ποιητής. λέγεται δὲ καὶ Ἡρωδιανῷ δοκεῖν ἀναλογωτέραν εἶναι τὴν βαρεῖαν τάσιν ἐν τῷ «καὶ εὔκτιτον Αἶπυ». ἴσως δέ, φασίν, ἀπὸ Αἰπύτου, τοῦ μετ' ὀλίγα ῥηθησομένου, ὠνόμασται. (v. 593) Κυπαρισσήεις δὲ πόλις Μεσσηνίας. ἐθνικὸν αὐτῆς Κυπαρισσηέντιος. Κυπάρισσος μέντοι πόλις ἐν Παρνασῷ, ἧς Ὅμηρος ἐμνήσθη ἐν τῷ Φωκικῷ καταλόγῳ· ἐκείνης δὲ ὁ πολίτης Κυπαρισσεύς. ὁ δὲ Γεωγράφος καὶ ποταμὸν λέγει Κυπαρισσήεντα καί, ὅτι Κυπαρισσία ἐστὶν ἄλλη παρὰ τὸν Κυπαρισσήεντα, Μεσσηνιακὴ καὶ αὐτή. Ἡ δὲ Ἀμφιγένεια παρά τισι καὶ οὐδετέρως λέγεται τὸ Ἀμφιγένειον. πολίτης αὐτῆς Ἀμφιγενειάτης καὶ Ἀμφιγενεύς. εἶχε δὲ Λητοῦς ἱερόν, ἐπεί, φασίν, ἐκεῖ Λητὼ παραγενομένη ἔτεκεν Ἀπόλλωνα. (v. 594)