Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.460
Not analysed yet
Πτελεὸς δὲ ἢ Πτελεὸν οὐδετέρως ἐστὶ καὶ Ἰωνίας πόλις καὶ Τρῳάδος, ἔτι δὲ καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δέ, φασίν, οὕτως, ὅτι πολλὰς ἔχει πτελέας. ὁ πολίτης Πτελεάτης καὶ Πτελεούσιος καὶ Πτελεεύς. ἔστι δὲ καὶ Πτελέα δῆμος φυλῆς Ἀττικῆς τῆς λεγομένης Οἰνηΐδος, ἧς ὁ δημότης Πτελεάσιος. ὁ δὲ Στράβων λέγει, ὅτι τὸ Πτελεὸν κτίσμα ἐστὶ τῆς ἐκ Πτελεοῦ, τοῦ Θετταλικοῦ, ὃν ὁ ποιητὴς ἐρεῖ ἐν τοῖς ἑξῆς Πτελεὸν λεχεποίην. ἔστι δέ, φησί, δρυμῶδες χωρίον, ἀοίκητον, Πτελεάσιμον καλούμενον. Ἕλος δὲ παρὰ τὸ ἐν ἕλει εἶναι κατὰ τὸν Ἐθνικογράφον. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τῷ καταλόγῳ τῶν Λακώνων. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Ἕλος οἱ μὲν χώραν τινὰ περὶ Ἀλφειόν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικὴν τὴν πρὸ ὀλίγου ῥηθεῖσαν. [Ὅτι δὲ τῷ τοιούτῳ Ἕλει παρωνυμοῦνται οἱ Εἵλωτες, οὐ πρὸ πολλῶν δεδήλωται, οἳ οὐ μόνον δουλικοῦ εἰσιν ὀνόματος, ἀλλὰ καί τι ἑτεροῖον δηλοῦσιν· ἐν γοῦν τοῖς Ἡρωδιανοῦ εὕρηται, ὅτι Εἵλωτες οἱ ἐπὶ Ταινάρῳ Σάτυροι.] Δώριον δέ, οὗ ἐθνικὸν Δώριος καὶ Δωριεύς, κληθῆναι οὕτω δοκεῖ τοῖς παλαιοῖς διὰ τὸ αὐτόθι εὑρεθῆναι τὴν Δώριον ἁρμονίαν ὑπὸ Θαμύριδος, περὶ οὗ αὐτίκα εἰρήσεται. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὸ Δώριον οἱ μὲν ὄρος φασίν, οἱ δὲ πεδίον. οὐδὲν δέ, φησί, νῦν δείκνυται. κατωτέρω δὲ καὶ ἄλλως εἰρήσεται περὶ τούτου. (v. 594—600) Εἶτα κολλᾷ τῷ Δωρίῳ τὸν περὶ τοῦ Θαμύριδος μῦθον ὁ ποιητὴς καὶ λέγει, ὅτι ἐνταῦθα Μοῦσαι «ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς Οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου Οἰχαλιῆος· στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν». (v. 595) Φαίνεται δὲ ἀλαζὼν γενέσθαι ὁ Θρᾷξ Θάμυρις καὶ καυχήσασθαι μὴ ἂν μηδὲ τῶν Μουσῶν δευτερεῖον ᾄδων οἴσεσθαι. διὸ καὶ θεία τις νέμεσις οὐ μόνον τὰς ὄψεις αὐτῷ ἐκόλασεν, ἀλλὰ καὶ τῆς ᾠδῆς ἐστέρησεν, ἀπεναντίας ἑτέροις, οὓς ὀφθαλμῶν μὲν ἄμερσε θεὸς κατὰ τὴν ποίησιν, ἔδωκε δὲ γλυκεῖαν ἀοιδήν. Ἰστέον δὲ ὅτι καὶ Ἄμυρίς τις εὕρηται δίχα τοῦ θ ἐν ταῖς τῶν παροιμιῶν Ἀναγραφαῖς εἴτε μουσικὸς εἴτε καὶ ἑτεροῖος. διὸ καὶ ἐν τῇ παροιμίᾳ τῇ λεγούσῃ «Θάμυρις μαίνεται» τινὲς Ἄμυριν ἔγραψαν δίχα τοῦ ἐν ἀρχαῖς θῆτα. περὶ οὗ Παυσανίας ἐν τῷ κατὰ στοιχεῖον ῥητορικῷ αὐτοῦ Λεξικῷ ἱστορεῖ, ὅτι θεωρὸς ὑπὸ Συβαριτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν