Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.461
Not analysed yet
Συβαρίταις, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσιν, ἰδὼν δοῦλον μαστιγούμενον καὶ εἰς ἱερὸν προσφυγόντα καὶ μὴ ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα καταφυγόντα καὶ ἀπολυθέντα, συνεὶς τὸ λόγιον καὶ ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆλθεν εἰς Πελοπόννησον. καὶ Συβαρῖται μέν, ὃ λογισμῷ πεποίηκεν, εἰς μανίαν ἐδέξαντο ἐπιλέγοντες· «Ἄμυρις μαίνεται». ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προσποίητον μανίαν ἐθαυμάσθη. καὶ τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ λέξεων τοῦ χωρίου τούτου τὸ μέν «ἀντόμεναι» ἀπὸ βαρυτόνου ῥήματος γίνεται, τοῦ ἄντω, καὶ δηλοῖ τὸ συναντήσασαι. οἶδε δὲ Ὅμηρος καὶ περισπᾶσθαι τὸ τοιοῦτον ῥῆμα, ὡς δῆλον καὶ ἐν τῷ «οὐ γὰρ ἔγωγε ἤντησα». πολλὰ δὲ καὶ ἄλλα οὕτω διφοροῦνται, ὁποῖόν τι καὶ τὸ «αἰδομένων δ' ἀνδρῶν» καὶ «οὐδέ τί μ' αἰδέσεται» καὶ τὸ κοινῶς μὲν λεγόμενον ὀφρυᾶσθαι, ἄλλως δὲ ὀφρύεσθαι, ὡς ἐδήλωσε τὸ «Κόρινθος ὀφρύεται καὶ κοιλαίνεται». (v. 596) Ἡ δὲ Οἰχαλία πόλις ἐστίν, ἧς Ὅμηρος καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται ἐν τῷ περὶ τῶν Ἀσκληπιαδῶν λόγῳ ἧς ποτε ἦρχεν ὁ τοξικώτατος Εὔρυτος, οὗ θυγάτηρ Ἰόλη, τὸ τοῦ Ἡρακλέος τελευταῖον, εἴτε ἆθλον εἰπεῖν τις βούλοιτο εἴτε κακόν· αὐτὴν γὰρ αἰχμαλωτίσας Ἡρακλῆς ἐξ Οἰχαλίας, εἶτα δι' αὐτὴν οὐκ εὐκλεῶς μετήλλαξε. σημείωσαι δὲ ὅτι Οἰχαλία οὐ μία κατὰ τὸν Γεωγράφον, παρ' ᾧ καὶ Ἀρκαδική τις Οἰχαλία πόλις Εὐρύτου, ὃ καὶ ἀμφιβολίαν, φησί, ποιεῖ, πόθεν ὁρμηθέντα τὸν Θάμυριν ἀοιδῆς ἔπαυσαν αἱ Μοῦσαι. ὁ δ' αὐτὸς εἰπὼν καί, ὅτι Δώριον οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, τὴν νῦν Ὄλουριν ἢ Ὄλουραν, κειμένην ἐν τῷ αὐλῶνι τῆς Μεσσηνίας, λέγει καί, ὅτι αὐτοῦ δέ που καὶ Οἰχαλία ἡ τοῦ Εὐρύτου, πολίχνιον Ἀρκαδικόν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ Εὐβοϊκῷ, ὅθεν φησὶν ὁ ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν. Ἐν ἑτέροις δέ φησιν ὁ αὐτός, ὅτι Οἰχαλία κώμη τῆς Ἐρετρικῆς, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ καὶ τῇ ἐν Αἰτωλίᾳ· ἐξ οὗ πέντε ἀναφαίνονται Οἰχαλίαι, ὧν αἱ μὲν τρεῖς ἀναμφίλεκτοι μὴ εἰδέναι τὰ κατὰ Θάμυριν, αἱ δὲ δύο, ἤγουν ἡ Ἀρκαδικὴ καὶ ἡ περὶ Τρίκκην, ἤτοι ἡ Θετταλική, μεταποιοῦνται τοῦ κατὰ Θάμυριν πάθους. νικᾷ δὲ ἡ Ἀρκαδική. κατὰ δὲ τὸν ἀναγραψάμενον τὰ Ἐθνικὰ καὶ ὑπὲρ τὰς πέντε εἰσὶν Οἰχαλίαι. λέγει γάρ, ὅτι Οἰχαλία, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει· οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι δέ, φησί, καὶ Μεσσήνης καὶ ἑτέρα ἐν Τραχῖνι καὶ Θεσσαλίᾳ καὶ Ἀρκαδίᾳ. πολίτης δὲ Οἰχαλίας Οἰχαλιεύς καὶ