Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.462
Not analysed yet
Οἰχαλιώτης καὶ Οἰχάλιος. δῆλον δὲ ὅτι Εὔρυτον βασιλέα Οἰχαλίας οἱ μὲν τῆς Θετταλικῆς εἶπον, οἱ δὲ τῆς Ἀρκαδικῆς, αἳ καὶ τὰ κατὰ Θάμυριν μερίζονται. ἄδηλον δὲ διὰ ταῦτα καὶ ποίας ἦν ὁ Λίνος· φησὶ γὰρ ἡ ἱστορία, ὅτι ὁ ἱστορικὸς Λίνος Οἰχαλιώτης ἦν. ὅτι δὲ καὶ ἐμάνη ὁ Θάμυρις κατὰ τὴν ἀνωτέρω μνημονευθεῖσαν παροιμίαν, δηλοῖ ὁ ταῦτα ἱστορήσας. Θάμυρις παῖς Φιλάμμωνος, τὸ γένος Θρᾷξ, κάλλει διενεγκὼν καὶ πρῶτος αἰσχρὸν ἔρωτα νοσήσας. οὗτος ἐν ἀοιδῇ καλλιστεύων ἤρισε Μούσαις συνθέμενος, εἰ μὲν νικήσει, πλησιάσαι πάσαις, εἰ δὲ ἡττηθῇ, στερήσεσθαι, οὗ ἂν ἐκεῖναι θέλωσιν. αἱ δὲ ὑπερσχοῦσαι τῶν ὀμμάτων αὐτὸν ἐστέρησαν καὶ περὶ τὴν φωνὴν ἔβλαψαν καὶ ἔκφρονα πεποιήκασιν. Ἕτερος δὲ μῦθος λέγει μὴ κατὰ πασῶν τῶν Μουσῶν ἐθελῆσαι τὸν Θάμυριν, ἀλλὰ τῆς μὲν ἥττης πρόστιμον ἑαυτῷ τὴν πήρωσιν ὁρίσαι, τῆς δὲ νίκης γάμον μιᾶς τῶν Μουσῶν. ἱστοροῦσι δὲ αὐτὸν καὶ δίκορον εἶναι, τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν ἔχοντα, τὸν δὲ μέλανα. Φασὶ δέ τινες καὶ μὴ τοὺς δύο αὐτόν, τὸν ἕτερον δὲ ἀπολέσαι τῶν ὀφθαλμῶν. μετὰ τοῦ ἄρθρου δέ, φασί, λέγει «τὸν Θρᾷκα», οὐ πρὸς διαστολὴν ἑτέρου Θαμύριδος, ἀλλ' ἀναφέρων ὡς ἐν ὑποδείξει πρὸς τὸ ἐπίσημον τοῦ ἀνδρός. Σημειοῦνται δὲ οἱ παλαιοὶ καί, ὅτι πιθανῶς ὁ Θάμυρις τῷ ὁμοιοτρόπῳ Εὐρύτῳ συνδιατρίβει. ὑψαύχην γὰρ καὶ ἐκεῖνος ἱστόρηται· διὸ καὶ ἀπώλετο. διδάσκει οὖν ὁ ποιητὴς μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας. Γνωμολογοῦσι δὲ καί, ὅτι οὐδὲν ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς ὄγκον ἄγουσα· καὶ ὅτι Θρᾷκες ἦσαν οἱ ἐπιμεληθέντες τῆς ἀρχαίας μουσικῆς, Ὀρφεύς, Μουσαῖος καὶ Θάμυρις· καὶ ὅτι ἐν τῇ ἀκτῇ τῇ περὶ τὸν Ἄθων Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε τῶν αὐτῶν ἐπιτηδευμάτων γενόμενος, ὧν καὶ ὁ Κίκων Ὀρφεύς, ὃς Ὀρφεὺς τὰ πρῶτα μὲν ἀγυρτεύων διέζη, εἶτα καὶ μειζόνων ἀξιῶν ἑαυτὸν καὶ ὄχλον καὶ δύναμιν περιποιούμενος διεφθάρη ἐξ ἐπισυστάσεως, ἀνὴρ γόης ἀπὸ μουσικῆς τε καὶ μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν. καὶ ταῦτα μὲν οὕτω. Τὸ δέ «παρ' Εὐρύτου» ἀντὶ τοῦ ἀπὸ τοῦ Εὐρύτου· πρόθεσις γὰρ εἴληπται ἀντὶ προ-