Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.463
Not analysed yet
θέσεως. σαφηνισμὸς δέ ἐστι τοῦτο τοῦ Οἰχαλίηθεν· τοῦτο γὰρ οὐδέν ἐστιν ἀλλ' ἢ τὸ ἀπὸ τοῦ Οἰχαλιέως Εὐρύτου, ὃν διδάσκαλον τοῦ τοξεύειν Ἡρακλεῖ Θεόκριτος ἱστορεῖ. (v. 597) Τὸ δέ «στεῦτο» ἐν μὲν τοῖς ἑξῆς ἐπὶ ὑποσχέσεως κεῖται ἐν τῷ «στεῦται γάρ τι ἔπος ἐρέειν Ἕκτωρ». ἀντὶ γὰρ τοῦ ὑπισχνεῖσθαι δοκεῖ κεῖσθαι. ἐνταῦθα δὲ ἁπλῶς δηλοῖ τὸ ὑφίστατο ἢ ἐνίστατο καὶ ἐνστατικῶς ἔλεγε. γίνεται δὲ ἀπὸ τοῦ στέω, οἷον «στέωμεν καὶ ἀλεξώμεθα» καὶ πλεονασμῷ τοῦ υ στεύω, ἐξ οὗ στεύετο καὶ ἐν συγκοπῇ στεῦτο. (v. 598) Τὸ δέ «αὐταὶ Μοῦσαι» κατ' ἐξοχὴν εἴρηται. καὶ τοιοῦτον γάρ τι ἔστιν ὅτε σημαίνει ἡ αὐτός ἀντωνυμία, ὡς καὶ ἐπὶ Ἀγαμέμνονος πρὸ ὀλίγου εἶπεν· «ἐν δ' αὐτὸς ἐδύσατο χαλκόν» καὶ ἐπὶ Μενελάου· «ἐν δ' αὐτὸς κίεν». διὰ τί δὲ ὁ Ζεὺς αἰγίοχος λέγεται, ζητητέον ἑτέρωθι. (v. 599) Πηρὸς δὲ ὁ παθὼν τὴν ὅρασιν ὀξυτόνως· Ἀττικοὶ δέ φασι προπερισπωμένως ὁμοίως τῷ λῆρος. οὕτω δὲ αὐτοὶ καὶ τὸ μωρός μῶρός φασι. (v. 600) Θεσπεσίαν δὲ ἀοιδὴν ἔφη οὐκ ἀργῶς, ἀλλὰ οἱονεὶ λέγων, ὅτι θεοῦ δῶρον οὖσαν θεὸς αὖθις ἀφείλετο ἀπὸ τοῦ ἀλαζόνος. ἔστι δὲ νῦν θεσπεσία οὐχὶ ἡ θεόθεν πεσοῦσα, ἀλλ' ἣν θεὸς εἴποι ἄν, τουτέστιν ᾄσοι· ταὐτὸν γάρ ποτε τὸ ἐνέπειν καὶ τὸ ἀείδειν. Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, ὅτι πηρὸν ἐνταῦθα ὁ ποιητὴς κατὰ τοὺς νεωτέρους τὸν τῆς ᾠδῆς πηρωθέντα λέγει. τί γάρ, φασί, βλαβερὸν τῷ Θαμύριδι κιθαρῳδῷ ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστέρητο; μᾶλλον γὰρ προσεκτικὸς ἐγίνετο τῇ φωνασκίᾳ. πρὸς δὴ ἐκείνους ῥητέον, ὅτι οὐκ ἐνοήσαν τὸ τοῦ ποιητοῦ· οὐ γὰρ τῇ πηρώσει τῆς ὄψεως ἀκολουθῆσαι εἶπε τὴν λήθην τῆς ᾠδῆς, ἀλλὰ δύο παθεῖν τὸν Θάμυριν, ὄψεως πήρωσιν καὶ ἀοιδῆς ἀφαίρεσιν. Τὸ δέ «ἐκλέλαθον κιθαριστύν» ἐφερμηνευτικόν ἐστι τοῦ «ἀοιδὴν ἀφείλοντο». ταὐτὸν γὰρ ἀοιδῆς ἀφαίρεσις καὶ λήθη κιθαριστύος ἤτοι τῆς κιθαρῳδικῆς τέχνης. καὶ ὅρα τὸ ἐκλέλαθον αἰτιατικῇ συνταχθέν. τὸ μέντοι παθητικὸν τούτου γενικῇ συντάσσει ἐν τῷ «καὶ ἐκλελάθοιντο γάμοιο». καὶ τοῦτο μὲν ἁπλοῦν οὕτω καὶ ἀπερίεργον. οἱ δὲ παλαιοὶ σημειωδῶς ἐφιστῶσιν, ὅτι ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο εἶπεν ὁ ποιητής, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γάρ τις ἔμαθεν, οὐκ ἀπόλλυσιν, ἐπιλήθεται δέ. (v. 603—11) Ὅτι