Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.464
Not analysed yet
ἑξήκοντα νηῶν ἦρχεν Ἀγαπήνωρ, υἱὸς Ἀγκαίου, βασιλεὺς Ἀρκάδων, οὓς ἐπαινῶν ὁ ποιητὴς λέγει «Ἀρκάδες ἄνδρες ἐπιστάμενοι πολεμίζειν» καὶ πάλιν «ἀνέρες ἀγχιμαχηταί». λέγει δὲ καὶ τὴν Ἀρκαδίαν κεῖσθαι «ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον». καὶ ὅρα τὸ «αἰπὺ Αἰπύτιον παρὰ τύμβον». ἔχει γάρ τινα ἔμφασιν κάλλους ἀμυδράν. ἐνέμοντο δέ, φησίν, οἱ Ἀρκάδες Φενεὸν καὶ Ὀρχομενὸν Ῥίπην τε Στρατίην τε καὶ Ἐνίσπην καὶ Τεγέην καὶ Μαντινέην Στύμφηλόν τε καὶ Παρρασίην. προάγει δὲ κἀνταῦθα τόπους τινὰς μετὰ ἐπιθέτων εἰπὼν Ἐνίσπην ἠνεμόεσσαν, Μαντινέην ἐρατεινὴν καὶ Ὀρχομενὸν πολύμηλον. ἓξ δὲ ὄντων ἐνταῦθα στίχων τοῦ Καταλόγου τρὶς μὲν χρᾶται ὁ ποιητὴς τῷ εἶχον, δὶς δὲ τῷ ἐνέμοντο, χαίρων, ὡς προεγράφη, ταῖς τοιαύταις λέξεσι διὰ τὸ καίριον. καὶ ὡς ἐν ὀλίγῳ μὲν εἰπεῖν, τοιοῦτος ὁ παρὼν Κατάλογος. τὰ δὲ ἐν μέρει αὐτοῦ τάδε. (v. 603) Ἀρκάδες ἀπὸ Ἀρκάδος, υἱοῦ Διός· καὶ ἡ χώρα αὐτῶν Ἀρκαδία, κληθεῖσά ποτε καὶ Πελασγία καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντίς καὶ Ἀζανία. [Ὅτι δὲ ὁ Ἀρκάς, τό τε κύριον καὶ τὸ ἐθνικόν, συστέλλει τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται κατὰ τὸ φυγάς φυγάδος καὶ τὰ ὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃς παρατιθεὶς τὸ ἱμάς καὶ ἀνδριάς ἐκτεινόμενα ἐν τῇ ληγούσῃ κατὰ μετοχάς, μιμήσασθαί φησιν αὐτὰ καὶ τὴν τῶν μετοχῶν κλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. τὸν μέντοι παρὰ τῷ Κωμικῷ ἀλλᾶντα προπερισπᾷ ἐκεῖνος, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν συνήθειαν· Λέγει γάρ, ὅτι ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ντ, ἵνα ᾖ ἀλλάεντος καὶ κατὰ κρᾶσιν ἀλλᾶντος. ὁ δὲ τοιοῦτος λόγος ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαν τοῦ ἀλλᾶντος περισπᾶσθαι· δῆλον γὰρ ὡς ὁ ἀλλάεις γενόμενος ἀλλᾶς περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως. ὁ δὲ Ἡρωδιανὸς τοῖς εἰρημένοις παραπηγνὺς καὶ τὸν παρὰ τῷ Κωμικῷ Μαρικᾶν, τὸ βάρβαρον ὄνομα, διὰ τοῦ ντ κλιθῆναι λέγει, παραφέρων χρῆσιν ταύτην· «ἀλλ' οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν».] Δοκεῖ δέ, φασί, παλαιότατα ἔθνη Ἑλλήνων εἶναι τὰ Ἀρκαδικά· διὸ καὶ προσέληνοι ἐλέγοντο οἱ Ἀρκάδες, ὅπερ, φασίν, Ἵππυς ὁ Ῥηγῖνος πρῶτον αὐτοὺς ἐκάλεσε. τοῦτο δὲ ὁ Λυκόφρων παραφράζων πρόσθε μήνης τοὺς Ἀρκάδας βαλανηφαγεῖν εἶπεν. ὁ δὲ Κωμικὸς ἐκ τῶν προσελήνων ὁρμώμενος τὸ βεκκεσέληνος ὄνομα συνέθετο, δηλοῦν ἀρχαιότητα καὶ ἁπλότητα. τότε δέ, φασί, καὶ τὸ ἄστρον, ἡ ἅμαξα, ἐκλήθη ἄρκτος διὰ τὸ καὶ τὸν ῥηθέντα Ἀρκάδα, τὸν ἐκ Διὸς καὶ Θεμιστοῦς, τυχεῖν τῆς προσηγορίας ταύτης διὰ τὴν ἀποθηρίωσιν τῆς μητρός. ἄρκτος γὰρ ὑπὸ Ἥρας, φασίν, ἡ Θεμιστὼ ἐγένετο. ἐν μέσῳ δὲ