Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.465
Not analysed yet
Πελοποννήσου κατὰ τὸν Γεωγράφον ἡ Ἀρκαδία, πλείστην ὀρεινὴν ἀποτεμνομένη. μέγιστον δέ, φησίν, ὄρος ἐν αὐτῇ Κυλλήνη. ἔστι δὲ καὶ πόλις Αἰγύπτου Ἀρκαδία καὶ χώρα δέ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐρρέθη. (v. 609) Ἡ δὲ κατὰ τὸν εἰρημένον Ἀγαπήνορα γενεαλογία τοιαύτη. Ἀρκάδος τοῦ ῥηθέντος Ἀμφιδάμας, οὗ ἔγγονος Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. (v. 603) Κυλλήνη δὲ οὐ μόνον ὄρος, ὡς εἴρηται, Ἀρκαδίας, ἀλλὰ καὶ πόλις ὁμώνυμος, ἔνθα δοκεῖ τὸν Ἑρμῆν τεκεῖν ἡ τοῦ Ἄτλαντος Μαῖα, ὅθεν καὶ Κυλλήνιος Ἑρμῆς, ἐξ οὗ καὶ Κύλλιος κατὰ συγκοπήν, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἐκλήθη δὲ Κυλλήνη κατὰ τὸν αὐτὸν ἀπὸ Κυλλήνης Ναΐδος. ἐν τούτῳ φασὶ μόνῳ τῷ ὄρει τοὺς κοττύφους λευκοὺς γίνεσθαι καὶ φωνὰς ποικίλας προΐεσθαι, θηρεύεσθαι δὲ πρὸς τὴν σελήνην, τῆς δ' ἡμέρας δυσθηράτους εἶναι σφόδρα. ἔστι δέ, φασί, καὶ Κύμης Κυλλήνη. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Κυλλήνη καὶ Ἠλείων ἐπίνειον, ἀφ' ἧς «Κυλλήνιον ἀρχὸν Ἐπειῶν» φησί που Ὅμηρος. ἔστι δὲ καὶ κώμη μετρία ἔχουσα τὸν Κολώτου Ἀσκληπιὸν ξόανον θαυμαστόν, φησίν, ἰδεῖν, ἐλεφάντινον. καὶ ὅρα ὅτι οὐχ' ὁ Διόνυσος Κολώτης κατὰ τὴν ἀσυντήρητον παράδοσιν, ἀλλὰ τεχνίτης ἀγάλματος Διονύσου ὁ Κολώτης. περὶ δὲ τὴν Κυλλήνην, φασί, ταύτην Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος ποταμός, ῥέων ἐκ Φολόης, Ἀρκαδικοῦ ὄρους. ἐκεῖ καὶ πόλις Ἔφυρα, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ Κορινθίας, τετάρτη τις, ἐξ ἧς τὰ ἀνδροφόνα φάρμακα· εἰς ἣν Ὀδυσσεὺς ἀφῖκται διζήμενος τὰ τοιαῦτα. ἔστι δέ, φησί, καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἔφυρα κώμη· καὶ Αἰτωλικὴ δέ ἐστι κώμη Ἔφυρα· οἱ δ' ἀπ' αὐτῆς Ἔφυροι, ὡς καὶ οἱ Περραιβικοὶ καὶ οἱ Κραννώνιοι καὶ οἱ Θεσπρωτικοί, οἱ ἐκ Κιχύρου πόλεως τῆς πρότερον Ἐφύρας. (v. 604) Ὁ δὲ Αἰπύτιος τύμβος δηλοῖ μὲν τὸν τοῦ Αἰπύτου τάφον. ἀρχαῖος δὲ Ἀρκὰς ἥρως ὁ Αἴπυτος, οὗ ὁ τύμβος παρώνυμος. καὶ ὅρα ὅτι ὡς ἐπισήμων ὄντων τοῦ τε ῥηθέντος τάφου καὶ τοῦ ὄρους τῆς Κυλλήνης ἐξ αὐτῶν ὁ ποιητὴς ἐσήμανε τὴν χώραν εἰπών· «οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον». Ἰστέον δὲ ὅτι ὤφειλε μὲν τὸ Αἰπύτιος διὰ διφθόγγου ἔχειν τὴν παραλήγουσαν ὡς κτητικόν, ἀπέβαλε δὲ τὸ ε διὰ δακτύλου ἀπαρτισμόν, ὅπερ ἐν πολλοῖς γίνεται,