Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.49
Not analysed yet
ψεύσηται, καὶ οὔτε δῶρα λαβών, ἀλλὰ καὶ ἑκατόμβην προσεπιθεὶς τὴν παιδίσκην ἀποπέμψῃ τῷ πατρί. καὶ τοῦτο μὲν τοιοῦτον. ἐν δὲ τῷ «καὶ γῆρας ἔπεισι» δοκεῖ ἐκ περισσοῦ κεῖσθαι καὶ πρὸς οὐδὲν ἀναγκαῖον ὁ και σύνδεσμος. Τὸ δὲ ἔπεισιν ἀντὶ μέλλοντός ἐστι τοῦ ἐπελεύσεται. πολλαχοῦ γὰρ οἱ παλαιοὶ χρόνους ἀντὶ χρόνων λαμβάνουσι. καὶ οὕτω μὲν ὁ ποιητὴς αἰτιατικῇ συντάσσει τὸ «ἔπεισι» λαβὼν αὐτὸ ἀντὶ τοῦ καταλήψεται. οἱ δὲ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσιν, οἷον «ἔπεισί μοι ποιεῖν τάδε». τοιοῦτον δὲ καὶ τὸ «τοῖς μύρμηξι πονεῖν ἐπῄει». (v. 30) Ὅτι Ἄργος ἐνταῦθα, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ, τὴν Πελοπόννησον λέγει εἰπών «ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ». οὐ γὰρ τὸ ἰδίως οὕτω λεγόμενον Ἄργος, ἡ πόλις, οἶκος ἦν Ἀγαμέμνονος, ἀλλ' αὐτὸ μὲν ὑπὸ τὸν Διομήδην ἦν, ὁ δὲ Ἀγαμέμνων τῶν Μυκηνῶν ἦν βασιλεύς. ὅτι δὲ ἀπό τινος Ἄργου τὸ Ἄργος λέγεται καὶ εἴ τι ἄλλο εἰς τοῦτο ῥηθῆναι δεῖ, κατ' ἐπιτομὴν ζητητέον εἰς τὰ τοῦ Περιηγητοῦ. [Ὅρα δὲ ὡς ἐν ἑνὶ τόπῳ τὴν εν πρόθεσιν καὶ κοινῶς προήγαγε καὶ ποιητικῶς. τοιοῦτον γὰρ ἡ ἐνὶ κατ' ἐπέκτασιν, ἥτις ἐπέκτασις ὑπερτεθεῖσα ποιεῖ ἐκ δισυλλάβου τῆς ἐνι προθέσεως τὴν εἰν πρόθεσιν, οἷον «εἰν Ἀΐδαο δόμοισιν».] (v. 31) Ὅτι ἡ τοῦ βασιλέως πρὸς τὸν Χρύσην δημηγορία μίγμα ἔχει λυπηρῶν τε καὶ ἡδέων· λυπηρὸν μὲν τὸ μὴ λαβεῖν τὴν θυγατέρα καὶ τὸ μετὰ ἀπειλῆς ἀποπεμφθῆναι, ἡδὺ δέ πως ἡ περὶ τῆς παιδὸς ἀγαθὴ ὑπόσχεσις. οὐ γὰρ σιτοποιὸν αὐτὴν ἕξειν φησὶν ὁ βασιλεὺς οὐδὲ ὑδροφόρον, ἀλλὰ ἱστὸν ἐποιχομένην. ὃ δὴ καὶ Ἑλένη ἐν Τροίᾳ ποιεῖ καὶ Πηνελόπη ἐν Ἰθάκῃ καὶ Καλυψὼ δὲ καὶ Κίρκη. Ἔτι δέ φησι «καὶ ἐμὸν λέχος ἀντιόωσαν», ὅπερ ταὐτὸν εἶναι δοκεῖ τῷ «λέχος πορσαίνουσαν» ἢ «πορσύνουσαν», ὃ ἐν τῇ γʹ ῥαψῳδίᾳ κεῖται. τοῦτο δὲ εἴρηται μὲν σεμνῶς· ἔχει δέ πως μέσως κατὰ τὴν ἔννοιαν, ἵνα ὁ μὲν γέρων ἔχῃ νοεῖν ἀντὶ τοῦ μετέχουσαν καὶ κοινωνοῦσάν μοι κοίτης, ὁ δὲ λοιπὸς ἀκροατὴς ἀντὶ τοῦ ἀντῶσαν τῷ ἐμῷ λέχει τρόπον θαλαμηπόλου [σχολαζούσης παρὰ κοιτῶνα]. ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὕτω σεμνῶς ἔφρασε φειδοῖ τοῦ τε βασιλέως καὶ τῶν ἀκροατῶν. Θεόκριτος δὲ μιμησάμενος ἐν τῷ «αὐτή μοι στορέσει καλὰ δέμνια» σαφέστερον μὲν εἶπε,