Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.482
Not analysed yet
λεπτά, μετήγαγον, ὅποι τῶν ἀψύχων ἤθελον, τὰ ζωϊκὰ μέλη καὶ μέρη, ἀλλὰ καὶ τὰς ἐν τοῖς ζῴοις ἐνεργείας καὶ τὰ πάθη ὁμοίως διέθεντο. τὸ γοῦν φάναι νοσεῖν τὸ δένδρον ἢ ὀκλάζειν ὡς εἰς πτῶσιν ἢ πεπονηκέναι γόνυ, τυχὸν κλήματος, ἢ ἅλλεσθαι εἰς αὔξην τὰ φυτὰ καὶ ἀνατρέχειν καὶ θέλειν τόδε τι ποιεῖν καὶ οἱ καθήμενοι δὲ λειμῶνες καὶ οἱ ἀνακείμενοι τόποι, ὅθεν καὶ τὸ ἄγκος εἴρηται καὶ τὸ ὕπτιον πεδίον καὶ ὁ πρανὴς τόπος καί, εἴ τι ἄλλο τοιοῦτον, ἐκ τῶν κατὰ τὰ ζῷα λέγεται ὡς ἐν εἴδει γλυκύτητος. οὐ μὴν οὐδὲ τὰ ζωϊκὰ περιττώματα πρὸς τὸ τοιοῦτον εἶδος ἔμειναν ἀσυντελῆ. τὸ σκῶρ μὲν γὰρ τὴν τοῦ σιδήρου σκωρίαν παρήγαγεν. ἐκ δὲ τῶν ζωϊκῶν ἱδρώτων «γῆς ἱδρῶτες» αἱ πηγαί, πρὸς ἅπερ ὁμοιότητα σῴζει καὶ ἡ παρὰ τῷ Ὀππιανῷ «γλαγόεσσα μύξα». καὶ ἡ τοῦ λύχνου δέ, ἀφ' ἧς ἴσως καὶ ὁ τοῦ ἐλλυχνίου μύκης παρονομάζεται. Ἀλλὰ τὸ μὲν εἰς πλεῖον ἐν τούτοις πολυλογεῖν ἀπορραπιστέον, εἰς ὅπερ ἡμᾶς παρήγαγον αἱ Ὁμηρικαὶ μιλτοπάρῃοι. Ῥητέον δὲ ὅτι ὤφειλε μὲν τὸ μιλτοπάρῃος διὰ διφθόγγου γράφεσθαι ὡς ἀπὸ τοῦ παρειά· ἐξενίκησε δὲ ὅμως πρωτοτυπῆσαι τούτου τὸ παρήϊον τετρασύλλαβον, ὅθεν μιλτοπαρήιος ναῦς καὶ ἐν συναιρέσει μιλτοπάρῃος, ἣν καλλίπρῳρον σκάφος ἡ τραγῳδία φησί. Σημείωσαι δὲ [ὅτι τε Ὁμήρου τὸ μιλτοπάρῃον ἐπὶ νηὸς θεμένου ὁ παρῳδὸς Μάτρων μιλτοπάρῃον τρίγλην ἔφη, καθὰ καί τις τῶν νεωτέρων παρῳδήσας τὸ «Κίλλαν τε ζαθέην» «τρίγλαν τε ζαθέην» εἶπε τὴν καὶ μεγάλην καὶ καλήν.] καὶ ὅτι ἐν ῥητορικῷ Λεξικῷ εὕρηται μίλτῳ συμμιγνύμενον τὸ κιννάβαρι. φησὶ γάρ· τιγγάβαρι τὸ κιννάβαρι Ἀττικοί. Διοκλῆς· «ἡ μίλτος οἶμαι καὶ τὸ τιγγάβαρι». καὶ πάλιν· τιγγάβαρι καὶ μίλτος ἀναμεμιγμένη, οὗ τὴν ἐργασίαν φασὶ πρῶτον εὑρεῖν Καλλίαν Ἀθηναῖον. Ἰστέον δὲ καὶ ὅτι μιλτωρυχία ἐλέγετο τόπος, ἐν ᾧ μίλτος ὀρύσσεται, καὶ ὅτι κατὰ τὸν Παυσανίαν μίλτος ἐλέγετο καὶ ἡ ἐρυσίβη. δρόσος δέ, φησίν, αὕτη καταληφθεῖσα ὑπὸ καύσωνος, ὑφ' ἧς διαφθείρεται πᾶς σπόριμος καρπός. [Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν μιλτοπάρῃος ἐπίθετόν ἐστι νηὸς εὐπρῴρου, ῥηθὲν πρός τινα ὁμοιότητα παρθένου καλλιπαρῄου, καθότι καὶ κόραι ποιητικῶς αἱ τοιαῦται νῆες εἴρηνται, ὡς καὶ παρθένοι που τριήρεις αἱ πρωτόπλοοι. Ἔχει δ' ὁμοίως τῇ μιλτοπαρῄῳ καὶ ἡ καλλίπρωρος διὰ τὸ ἐν ταῖς τριήρεσιν ἔστιν οὗ, ὡς οἷον εἰπεῖν, εὐπρόσωπον. διὸ καὶ εὐῶπες αἱ αὐταὶ