Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.488
Not analysed yet
Κρὴς τὴν θάλασσαν», ὅπερ ὁ Γεωγράφος νοεῖ κατ' ἔλλειψιν τοῦ ἀγνοεῖ, ἵνα λέγῃ ἡ παροιμία, ὅτι Κρὴς ἀγνοεῖ τὴν θάλασσαν, εἰρωνικοῦ δηλαδὴ ὄντος τοῦ λόγου. ἔπασχον δὲ καὶ κακέρωτας, οὓς καὶ ἐν νόμῳ εἶχον. ὡς δὲ καὶ πανοῦργοι οἱ Κρῆτες [καὶ χείρους ἤπερ οἱ κατὰ Ῥόδον, περὶ ἣν τοὺς Τελχῖνας ἡ ἱστορία κατοικίζει τοὺς ἀλλαχοῦ δηλουμένους,] ἑτέρα παροιμία δηλοῖ ἡ λέγουσα «πρὸς Κρῆτα κρητίζεις», ἤγουν πρὸς οὐκ ἀπάνουργον ἄνδρα τοὺς δόλους ῥάπτεις. καὶ οὕτω μὲν τὰ ἐν τούτοις. (v. 650 s.) Κρητῶν δὲ ἡγοῦντο Ἰδομενεύς, οὗ πολὺς λόγος παρὰ τῷ ποιητῇ πολλαχοῦ, καὶ Μηριόνης. ὧν Ἰδομενέα μὲν δουρὶ κλυτὸν λέγει, τουτέστι περίκλυτον ἐν τῷ δουρὶ καὶ αἰχμητήν, τὸν δὲ Μηριόνην ἀτάλαντον, ὅ ἐστιν ἴσον Ἐνυαλίῳ ἀνδρεϊφόντῃ, τουτέστι τῷ Ἄρεϊ. περὶ δὲ τῶν τριῶν τούτων λέξεων, τοῦ ἀτάλαντος καὶ Ἐνυάλιος καὶ ἀνδρεϊφόντης, τὰ μὲν εἴρηται, τὰ δ' ἐν ἑτέροις δηλωθήσεται. θεῖος δὲ Μηριόνου κατὰ τὴν ἱστορίαν ὁ Ἰδομενεύς. Διὸς γὰρ Μίνως, οὗ καὶ Πασιφάης Δευκαλίων, οὗ Μόλος καὶ Ἰδομενεύς, Μόλου δὲ Μηριόνης. (v. 653—7) Ὅτι «Τληπόλεμος Ἡρακλείδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἦγε Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διατρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμιρον». εἶτα ἐπαναλαβὼν λέγει· «τούτων Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν». ἐπανέλαβε δὲ ὁ ποιητὴς οὐ μόνον, ἵνα εὐθὺς ἱστορίαν παραπλέξῃ σαφῶς καὶ εὐφυῶς τὴν ῥηθησομένην, ἀλλὰ καὶ ἵνα ἐφερμηνεύσῃ τὸ «Τληπόλεμος ἄγε νῆας Ῥοδίων», ὅτι ταὐτόν ἐστι τῷ «ἡγεμὼν ἦν τῶν Ῥοδίων». οὐ γὰρ ἁπλῶς πᾶς ὁ νῆάς τινων ἄγων ἤδη καὶ ἡγεμονεύει ἐκείνων ὡς βασιλεύς. οὕτω δὲ καὶ τὸ «οἳ Ῥόδον ἀμφενέμοντο» ἐφερμηνευτικόν ἐστι τοῦ «ἐκ Ῥόδου ἐννέα νῆας ἦγε Ῥοδίων», ἵνα δείξῃ σαφῶς, ὅτι οἱ ἐκ Ῥόδου νῆας Ῥοδίων ἄγοντες οὗτοι καὶ Ῥόδιοι ἦσαν. ἄλλως γὰρ οὐκ ἦν τοῦτο πάνυ σαφές, ἐπεί τοι καὶ οἱ Ἀρκάδες ἐκ Μυκήνης, τῆς ὑπὸ τὸν Ἀγαμέμνονα, νῆας Μυκηναίων ἄγοντες, ὅμως οὐκ ἦσαν Μυκηναῖοι. (v. 654) Περὶ δὲ Ῥόδου ζήτει καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ, εἰ δὲ βούλει, καὶ ἐν τοῖς τοῦ Πλουτάρχου· πάνυ γὰρ καὶ αὐτὸς τοὺς Ῥοδίους ἐξαίρει. ὁμοίως καὶ Πίνδαρος. ἦν δὲ καὶ Αἰγυπτία Ῥόδος κατὰ Ἡρόδοτον, ὥσπερ καὶ Χίος. φησὶ γοῦν ἐκεῖνος οὕτως· «εὐδαιμονῆσαι λέγεται Αἴγυπτος ἐπὶ Ἀμάσιος μάλιστα καὶ πόλεις γενέσθαι τότε πάσας δισμυρίας τὰς οἰκουμένας, ἐν αἷς καὶ Ἰώνων μὲν Χίος, Τέως, Φώκαια, Κλαζομεναί, Δωριέων