Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.489
Not analysed yet
δὲ Ῥόδος, Κνίδος καὶ ἄλλαι τινές». (v. 653) Ἠῢς δὲ ὁ ἀγαθός, ἐξ οὗ κατὰ Ἡρόδωρον καὶ Ἀπίωνα καὶ ὁ ἐνηής, ἢ καὶ ἄλλως ὁ πλατύς. καὶ ῥηθήσεται ἀλλαχοῦ, ὅπως γίνεται. (v. 654) Ἀγέρωχοι δὲ οἱ ἄγαν γέρας ἔχοντες, ἵνα εἶεν ἀγεράοχοι καὶ ἐν συναιρέσει ἀγέρωχοι [κατ' ἐπίτασιν τῶν ἁπλῶς γεραρῶν. δηλοῖ δέ, φασίν, οὕτως ἡ λέξις τοὺς σεμνούς, ὡς Ἀλκμὰν βούλεται. Ἀλκαῖος δέ, φασί, καὶ Ἀρχίλοχος ἀγέρωχον τὸν ἄκοσμον καὶ ἀλαζόνα οἶδε. τοῦτο δὲ ἴσως ἐκ μεταφορᾶς τοῦ ὑπερηρμένου καὶ ὑπερφανοῦς, ἐξ οὗ πλεονασμῷ τοῦ ἦτα ὑπερήφανος, καὶ τοῦ κούφου καὶ ἐλαφροῦ, ὃς ἄγοιτο ἂν ῥᾷον ὑπὸ ὄχου ἤγουν ἅρματος. μέση οὖν λοιπὸν λέξις καὶ ὁ ἀγέρωχος. ὅτε δὲ Τρῶές που ἀγέρωχοι καὶ Λύκιοι λεχθήσονται, δύναται ἡ λέξις οὐ μόνον δηλοῦν σεμνοὺς τοὺς τοιούτους, ἀλλὰ καὶ ἡνιοχικοὺς παρὰ τὸ ἄγειν ῥᾷον καὶ ἐλαύνειν ὄχους, οἳ καὶ ὄχεα λέγονται διγενῶς, ὁμοίως τῷ ὁ σκότος καὶ τὸ σκότος καὶ τοῖς ὅσα τοιαῦτα.] (v. 655) Τὸ δέ «διατρίχα κοσμηθέντες» οὐ βούλονται οἱ παλαιοὶ προπαροξύνεσθαι διάτριχα. ὑπερβαίνουσα γὰρ ἡ πρόθεσις εἰς τὴν μετοχὴν καθιστᾷ τὴν ἀνάγνωσιν οὕτω «διακοσμηθέντες τρίχα», ἤγουν τριχῶς, τουτέστιν εἰς μέρη τρία. πῶς δὲ τρίχα; εἰς Λίνδον, εἰς Ἰηλυσὸν καὶ εἰς Κάμιρον. τὸ δέ «τρίχα διακοσμηθῆναι» παρακατιὼν ὁ ποιητὴς «τριχθὰ οἰκῆσαι» φησί. τοῦτο δὲ εὐθὺς καὶ ἄλλως διασαφῶν ἐπάγει καταφυλαδόν, ὅπερ ἀλλαχοῦ διῃρημένως εἶπεν ἐν τῷ «κρῖνε ἄνδρας κατὰ φῦλα». οὕτως ὁ ποιητὴς κἀνταῦθα διασαφητικὸς ἑαυτοῦ καὶ παραφραστικός, ἔτι δὲ καὶ πλατυντικός, ὅποι χρεών, καὶ αὖ πάλιν ἀποστενωτικός. (v. 656) Τῶν δὲ ῥηθεισῶν τριῶν πόλεων ἡ μὲν Λίνδος φυλάσσει ἔτι καὶ νῦν τὴν κλῆσιν, ἐξ ἧς Κλεόβουλος, εἷς τῶν ἑπτὰ σοφῶν, αἱ δὲ λοιπαὶ δύο παραφωνοῦνται. ὁ δὲ Γεωγράφος κύρια ὀνόματα οἶδε τὸν Λίνδον, τὸν Ἰηλυσὸν καὶ τὸν Κάμειρον, ὧν αἱ πόλεις ὁμώνυμοι. κατὰ δέ τινας, φησί, κτίσας ὁ Τληπόλεμος τὰς πόλεις ἔθετο αὐταῖς ὀνόματα ὁμωνύμως θυγατράσι τοῦ Δαναοῦ. τὴν δὲ Λίνδον ἐπὶ ὄρους ἱδρῦσθαι λέγει, ἀνατείνουσαν πρὸς μεσημ-