Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.490
Not analysed yet
βρίαν καὶ πρὸς Ἀλεξάνδρειαν μάλιστα, ἔχουσαν ἱερὸν ἐπιφανὲς Λινδίας Ἀθηνᾶς, Δαναΐδων ἵδρυμα. ἦν δέ, φησί, καὶ κώμη Ἰαλυσός. [Ἰστέον δὲ ὅτι Λίνδος οὐ μόνον Ῥοδία πόλις, ἀλλὰ καί τι ἀρωματικὸν εἶδος, ὡς δῆλον ἐκ τοῦ «ὀσμὴ λιβάνου, σμύρνης, καλάμου, στύρακος, λίνδου», ὥς φησιν Ἀθήναιος.] Τὴν δὲ Ῥόδον τὴν πόλιν ὕστερόν φησι κτισθῆναι κατὰ τὰ Πελοποννησιακὰ ὑπὸ ἀρχιτέκτονος, ὑφ' οὗ καὶ ὁ Ἀττικὸς λιμήν, ὁ Πειραιεύς. ὁ δὲ τὰ Ἐθνικὰ συλλέξας καὶ Σικελικὴν πόλιν Λίνδον ἱστορεῖ, ὃς καὶ τὴν παρ' Ὁμήρῳ Ἰηλυσὸν Ἰαλυσὸν γράφει λέγων εἶναι καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ δὲ κόλπῳ Ἰαλυσόν. τὴν δὲ Κάμιρον διὰ τοῦ ι καὶ αὐτὸς γράφει πρὸς διαστολὴν τοῦ κυρίου. τὸ γὰρ κύριον, ὁ Κάμειρος, διὰ διφθόγγου γράφεται. Κάμιρον δὲ ἀργινόεντα λέγει, ὡς καὶ πρὸ τούτου τὸν Λύκαστον καὶ ἐν τοῖς ἑξῆς δὲ λευκὴν Τίτανον τὴν λευκόγειον. λέγεται δὲ Καμιρέα εἶναι Πείσανδρον διασημότατον ποιητήν. τὸν δὲ προρρηθέντα Λίνδον καὶ τοὺς αὐτοῦ ἀδελφοὺς οὕτω γενεαλογοῦσιν οἱ παλαιοί· Ἡλίου καὶ Ῥόδου νύμφης υἱὸς Κέρκαφος, οὗ καὶ Λυσίππης Λίνδος, Ἰηλυσὸς καὶ Κάμειρος, ὃν καὶ ὁ Χοιροβοσκὸς κατὰ κανόνα διὰ διφθόγγου γράφει ἐν τῇ Ὀρθογραφίᾳ. ἐκ δὲ τοῦ ῥηθέντος Κερκάφου Κερκαφίδες αἱ Ῥόδιαι γυναῖκες ἐκαλοῦντο. [Τὸ δέ «ἀργινόεντα Κάμιρον» δύναται διγενὲς εἶναι, τὸ μὲν κοινῶς, τὸ δὲ Ἰωνικῶς, καθὰ καὶ τὸ «Πύλου ἠμαθόεντος». τὸ δὲ ἀργινόεις ἔχοι ἂν ἀπορίαν πῶς τῷ ι προπαραλήγεται καὶ μὴ τῇ ει διφθόγγῳ, ὡς ἀπὸ τοῦ ἀργε<ν>νόν, τὸ λευκόν. εἴη δὲ ἂν ἴσως καὶ αὐτὸ ἐκπεσὸν τοῦ ε τῆς ει διφθόγγου, ὁμοίως τῷ ἀλγινόεις, ἀπαιτοῦντος τοῦ μέτρου.] (v. 658—70) Ἡ δέ, ὡς εἴρηται, παραπλεκομένη ἐνταῦθα παρὰ τοῦ ποιητοῦ ἱστορία τοιαύτη τίς ἐστιν· ὅτι τὸν Τληπόλεμον ἔτεκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ· «τὴν ἄγετ' ἐξ Ἐφύρης ποταμοῦ ἀπὸ Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος· αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ' ὅ γε λαὸν ἀγείρας βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τε βίης Ἡρακληείης. αὐτὰρ ὅ γε», τουτέστιν ὁ Τληπόλεμος, «ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων. τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδ' ἐφίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει. καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων». τοιαῦτα τὰ τῆς Ὁμηρικῆς ἱστορίας· ἧς τὸ μὲν ὅλον σαφέστερον εἰπεῖν, τοιοῦτόν ἐστιν· Ἀστυόχη, κατὰ δὲ Ὅμηρον Ἀστυόχεια, ὡς καὶ