Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.50
Not analysed yet
καθεῖλε δὲ τὴν ἡρωϊκὴν ἔμφασιν καὶ σεμνότητα. τοιοῦτον δὲ καὶ παρ' Εὐριπίδῃ ἐν Ἑλένῃ τὸ «λέχος ὑποστρῶσαι». Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν τὸ ἀντιόωσαν αἰτιατικῇ συνέταξεν· ἐν μέντοι τῷ «ἀντιόων ταύρων καὶ αἰγῶν ἑκατόμβης» γενικῇ τὸ ἀντιόων συντέτακται, διότι καὶ ἄλλο ἐκεῖνο τὸ ἀντιᾶν. τοῦτο μὲν γὰρ ἐπὶ ἁπλῶς ἐγγύτητος, ἐκεῖνο δὲ ἐπὶ γευστικῆς ἀπολαύσεως. Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα μὲν τὸ ο τὸ μικρὸν ἐπλεόνασεν, ὡς καὶ ἐν τῷ ὁρόωντες. ἀλλαχοῦ δὲ ἀντ' αὐτοῦ τὸ α εὕρηται, ὡς ἐν τῷ ἀντιάαν. οὕτω δὲ καὶ ἐν τῷ ὁράαν καὶ τοῖς ὁμοίοις. καὶ ὅτι τὸ ἀντιόων φύσει μὲν δευτέρας συζυγίας ἐστίν· ἀντιάω γὰρ ἀντιῶ· πλεονασμῷ δὲ τοῦ ο μικροῦ βαρυτονεῖται. καὶ ὅτι τὸ μικρὸν ο πλεονάζει ἐνταῦθα διὰ τὴν πρὸ αὐτοῦ βραχεῖαν παράληξιν εἰς δακτύλου ἀναγκαῖον ἀπαρτισμόν. τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ ὁρόω· καὶ ἐκεῖ γὰρ διὰ τὴν αὐτὴν αἰτίαν ὁμοία γέγονεν ἡ παρένθεσις καὶ ἐπὶ τοῦ «πυρὶ λαμπετόωντι». ὡσαύτως καὶ ἐπὶ τοῦ «φυσιόωντες». τὸ δ' ὅμοιον καὶ ἐπὶ τοῦ «ὀκριόωντο» ἀντὶ τοῦ ἐτραχύνοντο. οὕτω δὲ καὶ ἐπὶ τοῦ τηλεθόωντες, μητιόωντες, κελευτιόωντες, γοόωντες, βοόωντες καὶ τῶν ὁμοίων. εἰ δέ γε τοῦ πλεονάζοντος μακρὰ πρόκειται συλλαβή, οὐκέτι τὸ μικρὸν ο, ἀλλὰ τὸ μέγα ἐκεῖ παρεντίθεται, ἵνα ἐξ ἀνάγκης σπονδεῖος ποὺς ἀποτελεσθῇ, οἷον ἡβῶντες, ἡβώωντες. οὕτω δὲ καὶ τὸ ἱδρώωντες καὶ τὸ ὁρμώω, μαιμώω, αὐδώω καὶ ὅσα τοιαῦτα. καὶ ταῦτα μὲν οὕτως, [ἤγουν τὰ περὶ τοῦ οω βαρύτονα ὑπὲρ δύο συλλαβάς. περὶ δὲ τοῦ γνώω, ζώω, πλώω, ῥώω ἕτερος λόγος, ὡς καὶ περὶ τοῦ μνώω καὶ χώω.] Τὸ δέ «ἱστὸν ἐποιχομένην» περιφραστικῶς ἀντὶ τοῦ ὑφαίνουσαν. ἑστῶσαι γὰρ καὶ ἐπιπορευόμεναι ὕφαινον αἱ ποιούμεναι τὴν ἱστουργίαν διὰ τὴν τῶν ὑφαινομένων, ὡς εἰκός, πλατύτητα. πρώτη δέ τις Αἰγυπτία γυνὴ καθεζομένη ὕφανεν, ἀφ' ἧς καὶ Αἰγύπτιοι Ἀθηνᾶς ἄγαλμα καθημένης ἱδρύσαντο. καὶ ἄλλως δέ «ἱστὸν ἐποιχομένην» ἀντὶ τοῦ ἐπιστατοῦσαν ταῖς ὑφαινούσαις καὶ περιϊοῦσαν καὶ ἐπισκεπτομένην αὐτάς [τε καὶ ὅσα ἔργα χρήσιμα ταῖς ἱστουργούσαις. γυναικεῖον δὲ τὸ ἱστουργεῖν παρ' Ὁμήρῳ καὶ οὐκ ἂν παρ' αὐτῷ ὑφάνῃ ἀνήρ, εἰ μὴ ἄρα βουλάς· εἰ καὶ τοῖς ὕστερον μοχθηρῶς παρατολμᾶται κατά τι Αἰγύπτιον ἔθος, ὃ καὶ Σοφοκλῆς παρεσημήνατο ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ. τοῦ δὲ ἀντιᾶν ἀρχή ἐστιν ἡ ἀντί μόνη πρόθεσις, ἀφ' ἧς καὶ ὄνομα ὁ ἀντίος, καὶ τὸ ἐξ αὐτοῦ ἐναντίον. Σημείωσαι δὲ ὡς ἐν τῷ τόπῳ τούτῳ σφοδρὰς ἐννοίας ἐπιεικῶς ὁ βασιλεὺς μεθώδευσεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν «μή σε