Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.491
Not analysed yet
Πηνελόπη Πηνελόπεια, Φύλαντος ἦν θυγάτηρ. ταύτην Ἡρακλῆς ἄγεται ἀνελὼν τὸν Φύλαντα, ὅτε κατὰ Ἐφυραίων Αἰτωλοῖς ἐστρατήγει. γεννᾷ δὲ ἐξ αὐτῆς Τληπόλεμον, ὃς ἐκτραφεὶς περιπέπτωκεν ἀκουσίῳ κακῷ. ἰδὼν γὰρ τὸν ἑαυτῷ μὲν πάππον, τῷ δὲ πατρὶ μήτρωα, ἤτοι τὸν πρὸς μητρὸς θεῖον τοῦ Ἡρακλέος, τουτέστι τὸν Λικύμνιον—ἀδελφὸς γὰρ ἦν Ἀλκμήνης, ὥς φασιν, ὁ Λικύμνιος—τοῦτον οὖν ἰδὼν ἀμελῶς φασιν ἐν γήρᾳ χειραγωγούμενον καὶ ἀφεὶς βακτηρίαν ἐπὶ τὸν οἰκέτην τοῦ μὲν οἰκέτου ἥμαρτεν οὐ κατευστοχήσας, τὸν δὲ γέροντα πλήξας ἔκτεινεν οὐχ' ἑκών. διὸ καὶ ἔφυγεν εἰς Ῥόδον συναγαγὼν λαὸν καὶ στασιαζομένους τοὺς Ῥοδίους εὑρηκὼς καὶ ἑνὶ προσκεχωρηκὼς μέρει ἐκράτησε. καὶ δυνατὸς γενόμενος ἐστράτευσε κατὰ τῆς Τροίας καὶ αὐτός. καὶ οὕτω μὲν ἡ Ὁμηρικὴ ἐν ὀλίγῳ διασεσάφηται ἱστορία. τὰ δὲ κατὰ μέρος αὐτῆς τοιαῦτα. (v. 662) Μήτρως μὲν εἴρηται καθ' ὁμοιότητα τοῦ πάτρως· ὡς γὰρ παρ' Ἡροδότῳ πάτρως ὁ ἀπὸ πατρικοῦ ἀδελφοῦ θεῖος, οὕτω νῦν ὁ ἀπὸ μητρικοῦ μήτρως. [Οἱ δὲ μεθ' Ὅμηρον καὶ τοὺς ἁπλῶς κατὰ πατέρα προγόνους οὕτω καλοῦσιν, ὡς δηλοῖ καὶ ὁ ἐν τῷ Περὶ συγγενικῶν ὀνομάτων ὧδέ πως διαστείλας· τήθη ἐστὶν ἡ τοῦ πατρὸς μήτηρ, ὡς ἡ Ἀερόπη τῷ Ὀρέστῃ, καὶ ἡ τῆς μητρὸς δὲ μήτηρ, ὡς τῷ αὐτῷ ἡ Λήδα. ταύτας δὲ μάμμας τινές φασι καὶ μαίας. θεῖος δὲ ὁ καὶ νέννος κατά τινας πατρὸς ἀδελφός, ὁμοίως δὲ καὶ μητρὸς ἀδελφός. καὶ οὕτω μὲν ἡ τήθη. Τηθὶς δὲ ἀνάλογόν τι τῷ θείῳ· πατρὸς γὰρ ἀδελφὴ ἢ μητρός. τούτους δὲ οἱ μὲν πατραδέλφους καὶ μητραδέλφους, οἱ δὲ πάτρωας καλοῦσι καὶ μήτρωας· Πίνδαρος δὲ οὐκ ἀδελφοὺς ἀλλὰ γονέας μητρὸς μάτρωας ἔφη, Στησίχορος δὲ πάτρωα τὸν κατὰ πατέρα πρόγονον εἶπεν, ἔνθα παρ' αὐτῷ Ἀμφίλοχος ἔφη τὸ «πάτρωα ἐμὸν ἀντίθεον Μελάμποδα». Μελάμπους γάρ, οὗ Ἀντιφάτης, οὗ Ὀϊκλῆς, οὗ Ἀμφιάραος, ὅθεν Ἀμφίλοχος. ὅρα οὖν, οἷος ὁ Μελάμπους ἦν πάτρως τῷ Ἀμφιλόχῳ οὕτω πόρρωθεν.] (v. 658) «Βίη δὲ Ἡρακληείη» πεντασυλλάβως ταὐτὸν μέν ἐστι τῷ «βίη Ἡρακλείη» τῷ τετρα-