Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.497
Not analysed yet
Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς». ἔστι δὲ τὸ σχῆμα ἐλλειπτικὸν ἀπὸ μακροῦ κοινοῦ. λέγει γὰρ ὅτι «νῦν δ' αὖ τούτους ἔσπετέ μοι, ὦ Μοῦσαι, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον καὶ ὑπὸ τῷ Ἀχιλλεῖ ἦσαν». ποιεῖ δὲ τὴν καινὴν ταύτην ἐξαλλαγὴν ὁ ποιητὴς διὰ τὸ μέλλειν ἐνταῦθα περὶ Ἀχιλλέως εἰπεῖν. οὐ γὰρ ἠνέσχετο μὴ τὸν ἀκροατὴν εἰς νοῦν στρέψαι καὶ εἰς τὴν γραφὴν καινοπραγῆσαι, ὅτε περὶ τοῦ αὐτῷ φίλου Ἀχιλλέως λαλεῖ. καὶ ὅρα ὅτι ὥσπερ ἀρχόμενος τοῦ Καταλόγου εἶπεν· «ἔσπετε νῦν μοι Μοῦσαι, οἳ Δαναῶν ἡγοῦντο», οὕτω καὶ ἐνταῦθά φησι· «νῦν αὖ τούτους», ἔσπετε δηλαδή, «ὅσοι ἦσαν ὑπὸ τῷ Ἀχιλλεῖ», ἐμφαίνων, ὅτι, ὥσπερ ἔργον ἔθετο τὸν Κατάλογον ἁπάντων τῶν Ἀχαιῶν, οὕτω καὶ τὸ εἰπεῖν τοὺς ὑπὸ τὸν Ἀχιλλέα. (v. 681) Πελασγικὸν δὲ Ἄργος τὸ Θετταλικὸν λέγει ἀπὸ Πελασγῶν, οἳ πολυπλάνητοι ὄντες, ὡς πολλαχοῦ δηλοῦται, ᾤκησαν καὶ ἐκεῖ. ὅτι δὲ Ἄργος οὐχ' ἓν ἀλλὰ πολλά, ἐν τοῖς τοῦ Περιηγητοῦ δεδήλωται, αὐτό τε τοῦτο καὶ ἄλλα χρήσιμα. ὅτι δὲ Πελασγικὸν ἦν καὶ τὸ κατὰ Πελοπόννησον Ἄργος, καὶ Εὐριπίδης δηλοῖ, παρ' ᾧ ἱστορεῖται καί, ὡς ἔφθασαν οἱ ἐκεῖ πάλαι μὲν Πελασγοί, Δαναοὶ δὲ κληθῆναι ὕστερον. (v. 682) Ἄλος δὲ οὐ μόνον ἡ Φθιῶτις αὕτη, ἀλλὰ καὶ τῆς Ἀχαίας πόλις, κτισθεῖσα δέ, φασίν, ὑπὸ τοῦ Ἀθάμαντος ὠνομάσθη ἀπὸ τῆς αὐτῷ συμβεβηκυίας ἄλης ἤτοι πλάνης, ἣν ἔπαθεν εἰς μανίαν ἐμπεσών. Τινὲς δὲ οἴονται δασύνεσθαι τὴν Ἄλον, ὡς ἀπὸ τῆς ἁλός, ὅ ἐστι τῆς θαλάσσης, ἀκολούθως τῷ Γεωγράφῳ εἰπόντι Ἅλος καὶ Ἅλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν. τινὲς οὖν ἀντὶ τοῦ Ἄλον Ἁλιοῦντα γράφουσι. γράφεται δὲ δι' ἑνὸς λ πρὸς διαστολὴν τῆς ἄλλος ἀντωνυμίας. Ἕτεροι δὲ ἱστοροῦσι θεράπαιναν Ἀθάμαντος εἶναι τὴν Ἄλον, τὴν μηνύσασαν τῇ Ἰνοῖ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν ἡ πόλις ὠνόμασται. γυνὴ δὲ Ἀθάμαντος ἡ Ἰνώ, δι' ἧς οἷα κατειργάσθη ἄλλα τε καὶ τὰ ἐπὶ τῷ Φρίξῳ καὶ τῇ Ἕλλῃ τεθρύληται. ἐν μέσῳ δέ ἐστι Φαρσαλίας καὶ Φθιωτῶν. Φίλιππος δὲ Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. λέγεται δὲ καὶ