Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.498
Not analysed yet
ἀρσενικῶς ὁ Ἄλος καὶ θηλυκῶς ἡ Ἄλος. ἦν δὲ καὶ ἕτερος Ἄλος ὑπὸ Πρωτεσιλάῳ κατὰ τὸν ἐνδιατρίψαντα τοῖς Ἐθνικοῖς, ὃς καὶ Μαλιακόν φησι τὸν Ἄλον τοῦτον τὸν ὑπὸ τῷ Ἀχιλλεῖ, ἤγουν περὶ τοὺς Μαλιεῖς κείμενον. κεῖνται δὲ οἱ Μαλιεῖς πρὸς τῇ Εὐβοίᾳ καὶ ταῖς Θερμοπύλαις, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται. ἐθνικὸν τῆς Ἄλου Ἀλεύς καὶ Ἄλιος, κατὰ δέ τινας καὶ Ἀλούσιος. Ἡ δὲ Ἀλόπη πόλις καὶ αὕτη Θεσσαλικὴ ὁμωνυμεῖ Ἀλόπῃ, θυγατρὶ Κερκυόνος ἢ Ἄκτορος. ἔκειτο δέ, φασί, μεταξὺ Λαρίσσης τῆς κρεμαστῆς καὶ Ἐχίνου. ὁ πολίτης Ἀλοπίτης καὶ Ἀλοπεύς. εἰσὶ δὲ καὶ ἕτεραι Ἀλόπαι, ὧν μία μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυκίας, ἣν λέγει, φασίν, ὁ ποιητὴς ἐν τῷ «ἐλθόντ' ἐξ Ἀλόπης». Τρηχὶν δὲ ἤτοι Τραχὶν πόλις Θετταλική, ὑπὲρ τὴν Οἴτην μὲν κτισθεῖσα ὑπὸ Ἡρακλέος, ὀνομασθεῖσα δὲ διὰ τὴν τραχύτητα. ὄνομα δὲ ὄρους ἡ Οἴτη. τοῦτο δὲ γράφεται καὶ ἄλλως οὕτως· «Ἡράκλεια, Λακεδαιμονίων κτίσμα, Τραχίν ποτε καλουμένη. διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ στάδια πρὸς ταῖς Θερμοπύλαις ἐντὸς τῶν στενῶν». περίπυστος δὲ ἡ Τραχὶν μάλιστα διὰ τὸν Ἡρακλέα, ὃς ἐκεῖ που ᾤχετο πυρὶ ἀεννάῳ ἐπιρρίψας ἑαυτόν. (v. 683) Φθία δὲ πόλις καὶ μοῖρα Θετταλική, ἀπὸ Φθίας γυναικὸς ἢ ἀπὸ Φθίου, υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης. ὁ πολίτης αὐτῆς Φθιώτης καὶ Φθῖος. ὁ δὲ Γεωγράφος φησίν, ὅτι τε Φθίαν τινὲς τὴν αὐτὴν Ἑλλάδι καὶ Ἀχαΐᾳ, Ὅμηρος δὲ οὔ. καὶ ὅτι Μαλιεῖς καὶ Φθιῶται Ἀχαιοὶ πρὸς Εὐβοίᾳ κεῖνται καὶ Θερμοπύλαις. καὶ ὅτι εἰς τέσσαρά τινες διαιροῦσι τὴν Θετταλίαν, Φθιῶτιν, Αἰῶτιν, Πελασγιῶτιν καὶ Θετταλιῶτιν. καὶ ὅτι Φθῖοι ἐλέγοντο οἱ τῷ Ἀχιλλεῖ τε ὑποκείμενοι καὶ οἱ τῷ Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. εἴρηται δέ τι περὶ Φθίας καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ἑλλὰς δὲ ὑπὸ Ἕλληνος ἐκτίσθη, οὐ τοῦ Δευκαλίωνος, φασίν, υἱοῦ, ἀλλὰ τοῦ παιδὸς Φθίου, ὃν ἔτεκεν Ἀχαιός. ἐθνικὸν αὐτῆς ὁ Ἕλλην ὁμωνύμως τῷ κυρίῳ. ἔστι δὲ καὶ ἑτέρα Ἑλλὰς τῆς κοίλης Συρίας. Ἑλλάδα δὲ οὐ τὴν συνήθως παρ' ἡμῖν καλουμένην φησὶ χώραν, ἥτις ἐπισυνάπτει τῇ ἀρχῇ τῆς Πελοποννήσου, ἣν δὴ Πελοπόννησον καὶ ἀκρόπολιν οἱ παλαιοὶ τῆς τοιαύτης Ἑλλάδος φασίν, ἀλλὰ πόλις ἐστὶν αὕτη Θετταλικὴ οὕτω κληθεῖσα διὰ τὸν ἐκεῖ