Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.499
Not analysed yet
βασιλεύσαντα Ἕλληνα, ἐξ οὗ καὶ τοῖς ὅλοις Ἕλλησιν ὕστερον τὸ ὄνομα ἐνεκάθισεν, ὥσπερ καὶ τῇ μεγάλῃ Ἑλλάδι προσῆλθεν ἡ κλῆσις ἐκ τῆς κατὰ τὸν Ἕλληνα τοῦτον ταύτης πόλεως, ἣν καὶ καλλιγύναικα τῷ ποιητῇ ὁ παλαιὸς χρόνος ἐπεμαρτύρατο. φησὶ δὲ ὁ Γεωγράφος καί, ὅτι Φαρσάλιοι δεικνύουσιν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἑαυτῶν κατεσκαμμένην πόλιν, ἣν πεπιστεύκασιν εἶναι τὴν Ἑλλάδα, καὶ δύο κρήνας πλησίον, Μεσσηΐδα καὶ Ὑπέρειαν, οἱ δὲ πέραν τοῦ Ἐνιπέως ᾠκῆσθαί φασι τὴν Ἑλλάδα, ὃς ῥυεὶς περὶ Φάρσαλον εἰς τὸν Ἀπιδανὸν ἐμβάλλει. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἑλλάδα οἱ μὲν μίαν πόλιν φασίν, οἱ δὲ τὴν Φθιῶτιν πᾶσαν. (v. 684) Μυρμιδόνες δὲ ἢ ἀπὸ μυρμήκων κατὰ μῦθον ἐκλήθησαν, ὡς καὶ ὁ Λυκόφρων ὑπολαλεῖ, ἢ ἀπὸ Μυρμιδόνος ἥρωος, υἱοῦ Διός. λέγεται δὲ κατὰ Αἴγιναν ἡ περὶ αὐτῶν μυθολογία· ὅθεν καὶ Μυρμιδονία ἡ Αἴγινα παρὰ τοῖς παλαιοῖς. εἴρηται δὲ ἤδη καὶ ἀλλαχόθι περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δέ. Ὁ δὲ Γεωγράφος λέγει, ὅτι Μυρμιδόνες συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῷ Πηλεῖ. φυγεῖν δὲ τὸν Πηλέα ἐκεῖθεν λέγουσιν οἱ παλαιοὶ μετὰ τὸν τοῦ ἀδελφοῦ Φώκου φόνον, μεθ' ὃν ὁ Πηλεὺς εἰς Φθίαν ἐλθὼν εὗρεν αὐτὴν ἀρχομένην ὑπὸ Ἄκτορος, υἱοῦ Μυρμιδόνος. ἐγάμει δὲ ὁ Ἄκτωρ Αἴγιναν τὴν ἡρωΐδα μετὰ Πολύβοιαν τὴν πρώτην γυναῖκα, ἐξ ἧς εἶχε Μενοίτιον καὶ ἑτέρους, οὓς εὑρὼν ἐπιβουλεύοντας καὶ ἐξελάσας τῷ Πηλεῖ τὴν θυγατέρα Πολυμήλαν δίδωσι καὶ τὴν βασιλείαν, ᾧ καὶ γίνεται θυγάτηρ μὲν Πολυδώρα, υἱὸς δὲ Ἀχιλλεύς, ὁ καὶ ἄρχων ἄρτι τῶν Θετταλῶν. Ἕλληνας δὲ ὁ ποιητής, ὥς φασιν οἱ παλαιοί, τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καλεῖ μόνους, ἐπειδὴ καὶ Ἕλλην ὁ τοῦ Διὸς περὶ τὴν ἐκεῖσε ἦρχεν Ἑλλάδα. οὕτω δὲ καὶ Ἀχαιοὶ ἐλέγοντο διά τινα τοιαύτην ὁμοιότητα, οἵγε καὶ αὐτοὶ ὁμοφώνως τῷ κυρίῳ καλοῦνται καθὰ καὶ οἱ Ἕλληνες. Φασὶ δὲ οἱ παλαιοί, ὅτι σεσημείωται τὸ Ἀχαιοί ὀξυνόμενον. οὕτω δὲ οἱ Ἀχαιοὶ περίκλυτοι, ὥστε Ἀχαία κατὰ τὸν Γεωγράφον καὶ ἐν Ἀραχώταις ἦν, ὥσπερ καὶ ἐν Ἀλεξανδρείᾳ. λέγει δὲ αὐτὸς καί, ὅτι Ἀχαιοὶ ἐκαλοῦντο οἱ Φθιῶται πάντες. Σημείωσαι δὲ τριωνυμίαν ταύτην ποιητικὴν ἐν τῷ «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί». τρισὶ γὰρ τούτοις ὀνόμασιν ἐκαλοῦντο οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι· Ἔνθα ὅρα καὶ ὅτι δυνάμενος