Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.500
Not analysed yet
ὁ ποιητὴς εἰπεῖν κοινῶς καὶ σαφέστερον «ἐκαλοῦντο», ἐπετηδεύσατο ἐκφυγεῖν χάριν ὄγκου τὸ τῆς διαλέκτου κοινόν «καλεῦντο» εἰπὼν ποιητικώτερον. Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι ὁ ποιητὴς καὶ τοὺς ὑπὸ τῷ Φοίνικι ὄντας Δόλοπας, οἷς ἡ κλῆσις αὕτη ἐστὶν ἔκ τινος Δόλοπος ἥρωος, ὧν ὁ ποιητὴς ἐν τοῖς ἑξῆς που μέμνηται, συζεύγνυσι τοῖς ὑπακούουσι τῷ Ἀχιλλεῖ. Συνυπακουστέον γάρ φασι καὶ τούτους κατὰ τὸ σιωπώμενον. γελοῖον γάρ, φασί, τὸν μὲν βασιλέα Φοίνικα μετέχειν τῆς στρατείας, ὃς Δολόπεσσιν ἄνασσε, τοὺς δ' ὑπηκόους Δόλοπας μὴ παρεῖναι. Φέρεται δὲ καὶ ἱστορία χρήσιμος εἰς τὰ προσεχῶς ῥηθέντα τοιαύτη. Ἡ Θεσσαλία πεδίον μέγα ἐστὶ καὶ κοῖλον πάντοθεν ὄρεσι καλυπτόμενον, πρὸς ἀνατολὰς μὲν τῇ Ὄσσῃ καὶ τῷ Πηλίῳ, πρὸς δυσμὰς δὲ τῷ Πίνδῳ, ἐξ οὗ ὁ Πηνειὸς ὁρμώμενος ἔξεισι πρὸς ἕω ἤτοι πρὸς ἀνατολήν, πρὸς ἄρκτους δὲ τῷ Ὀλύμπῳ, καὶ πρὸς μεσημβρίαν τῇ Ὄθρυϊ. τούτου ἦρξε τοῦ τόπου Θεσσαλός, ἀφ' οὗ ἡ χώρα Θεσσαλία, οὗ Αἴγων, οὗ Αἵμων, ὅθεν Αἵμονες μοῖρα Θετταλική, οὗ καὶ Λαρίσσης, γυναικὸς Ἀργείας, Πελασγὸς καὶ Φθῖος καὶ Ἀχαιός. ἄρχων δὲ ὁ Πελασγὸς μοίρας τῆς χώρας Πελασγικὸν Ἄργος ὠνόμασε καὶ πόλιν Λάρισσαν. θανόντος δὲ αὐτοῦ ἄρξαντες οἱ ῥηθέντες ἀδελφοὶ μοῖραν τῆς γῆς Φθίαν καὶ Ἀχαίαν ἐκάλεσαν. οἰκεῖ δὲ αὐτόθι καὶ Δευκαλίων, οὗ υἱὸς Ἕλλην, ὃς Ἕλληνας τοὺς ἐκεῖ ἐκάλεσεν, οὗ Ξοῦθος, οὗ Ἀχαιὸς καὶ Ἕλλην, ἀφ' οὗ πάλιν Ἀχαιοὶ ὠνομάσθησαν. (v. 685) Τὸ δέ «ἦν ἀρχὸς Ἀχιλλεύς», περίφρασίς ἐστι τοῦ «ἦρχε». ταὐτὸν γάρ ἐστι τὸ ἦρχεν, οἷον «ἦρχε Διώρης» καὶ τὸ «ἦν ἀρχὸς Ἀχιλλεύς». (v. 686—94) Ταῦτα εἰπὼν ὁ ποιητὴς ἐπάγει, ὅτι· ἀλλ' οὗτοι «οὐ πολέμοιο δυσηχέος ἐμέμνηντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος, τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης»· κατέβαλε δὲ Μύνητα καὶ Ἐπίστροφον ἐγχεσιμώρους· «τῆς ὅ γ' ἔκειτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλε». Παρασημείωσις δὲ αὕτη τοῦ ποιητοῦ εἰπόντος τρόπον τινά, ὅτι τοὺς μὲν ἄλλους κατέλεξα ὡς πολεμήσοντας νῦν αὐτίκα ὑπὸ ἡγεμόσι προάρχουσι τῆς μάχης, τοὺς δὲ Θεσσαλιώτας οὐχ' οὕτως. οὐ γὰρ ἐμέμνηντο πολέμου, ὡς κειμένου αὐτοῖς τοῦ ἄρχοντος. (v. 686) Δυσηχέα δὲ λέγει τὸν πόλεμον, ὡς καὶ δυσηλεγέα τὸν θάνατον. οὔτε γὰρ ὁ τῆς μάχης ἦχος ἡδὺς οὔτε τὸ θανατικῶς λέγεσθαι, ἤτοι κοιμᾶσθαι, γλυκύ. (v. 687) Τὸ δέ «ἡγήσαιτο αὐτοῖς» διφορεῖται καὶ αὐτὸ καθὰ καὶ τὸ ἄρχειν. ἄμφω γὰρ