Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.6
Not analysed yet
ποιήσεως καὶ διότι σπερματικῶς ἀρχὴ καὶ καθηγητὴς αὐτὸς πᾶσι γέγονε ποιηταῖς τοῦ εἶναι, ὅπερ λέγονται. καὶ ταῦτα μὲν οὕτως, ἵνα μὴ ἐπὶ πλέον πόρρω τοῦ σκοποῦ πλαζώμεθα. Ὁμήρου δὲ γένος οὐδ' αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις, ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν· εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰ τὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας, ὅστις ποτὲ καὶ ὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶν ποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δ' αὐτοῦ καὶ Χῖοι, μαρτύριον προχειριζόμενοι τοὺς καλουμένους Ὁμηρίδας, ὧν καὶ Πίνδαρος μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶ Ὁμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢ ἑτέροις ἀγαθοῖς σεμνύνεσθαι. Ὅτι δὲ καὶ ἕτεροι πρὸ αὐτοῦ ἦσαν ποιηταί, ὧν καὶ Μουσαῖος ἀκέσεις νόσων συγγραψάμενος, καὶ ὅτι, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ, μετὰ Ὀρφέα καὶ Μουσαῖον Σύαγρος γέγονε ποιητής, ὃς πρῶτος τὸν Τρωϊκὸν ᾖσε πόλεμον, καὶ τοῦτο ἐς τοσοῦτον εἰρήσθω. καὶ ὅτι ἔπνεε τὰ ἔπη Ὅμηρος καὶ οὕτως εἶχε τῆς περιέργου καὶ ἐμμελοῦς Μούσης, ὡς οὐδὲ τοῦ ἐν ἁπλότητι πεζολογεῖν ἕτεροι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ ἐν οἷς ἔγραψεν εἰς τὸν Ὅμηρον. ὡς δὲ καὶ πολλοὶ Ὅμηροι, καὶ αὐτὸ ἱστόρησαν ἕτεροι, καὶ ὅτι δὲ ὁ νῦν προκείμενος ἢ ἀπὸ τοῦ μὴ ὁρᾶν ὠνόμασται, ὡς οἱονεὶ μήορος καὶ κατὰ μετάθεσιν Ὅμηρος, ἢ ὡς αὐτὸ τοῦτο γενόμενος Ὅμηρος, ὁποίους τοὺς ἐπὶ εἰρήνῃ διδομένους εἰς ἐνέχυρον οἴδαμεν, καὶ τοῦτο εἰς πλάτος κεῖται παρ' ἄλλοις. οἳ καί φασι τὰ ἐπὶ εἰρήνῃ ὅμηρα οὕτω λέγεσθαι παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀρῶ τὸ ἁρμόζω· εἰς ὁμόνοιαν γὰρ ἁρμόττονται διὰ τῶν ὁμήρων οἱ διεστῶτες ἀλλήλων καὶ στασιάζοντες. [χρῆσις δὲ τοιαύτης λέξεως παρὰ πολλοῖς τε ἄλλοις καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «συλλάβετε ὅμηρον τήνδε».] Εἰ δὲ καὶ ἕτερα ποιήματά εἰσιν Ὁμήρου, οἷον καὶ ὁ Μαργίτης καὶ ἡ τῶν μυῶν καὶ βατράχων Μάχη, ἄλλοι καὶ αὐτὸ ἐξήτασαν πρὸς ἀκρίβειαν, καὶ ἐὰν ἡ Ἰλιὰς τῆς Ὀδυσσείας προπεποίηται ἢ καὶ ἀνάπαλιν. Εἰ δὲ καὶ ἤρισεν Ὅμηρος Ἡσιόδῳ τῷ Ἀσκραίῳ καὶ ἡττήθη, ὅπερ ὄκνος τοῖς Ὁμηρίδαις καὶ λέγειν, ζητητέον ἐν τοῖς εἰς τοῦτο γράψασιν,