Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.51
Not analysed yet
οὐδὲ ὁ θεὸς ὠφελήσῃ» καὶ «μή σε βλάψω δεινῶς» ἄλλα εἶπεν, ὡς δηλοῖ ἡ ποιητικὴ φραστική.] (v. 32) Ὅτι ὁ μὴ ἀνεχόμενος ἀκούειν τινὸς λαλοῦντος, ἃ κινήσῃ ἄν τινα εἰς θυμόν, καλῶς ἂν εἴπῃ τὸ «ἀλλ' ἴθι, μή μ' ἐρέθιζε». πρὸς δὲ γέροντα ὑποπτήξαντα ἐπὶ ἀπειλαῖς καὶ πεισθέντα εὖ ἔχει ῥηθῆναι τὸ «ἔδδεισε δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ». Σημείωσαι δὲ ὅτι Ὅμηρος οὐ μάτην ἐνταῦθα προσέθηκε τὸ γέρων, ἀλλ' ἢ φιλοσοφῶν ἑτοίμους φυσικῶς εἰς δέος τοὺς γέροντας εἶναι· τὸ γὰρ θαρρεῖν αὐτοὺς ἐπιλέλοιπεν· ἢ καὶ οἰκτιζόμενος τὸν Χρύσην ὡς παθόντα οὐκ ἄξια τῆς πολιᾶς καὶ οὐ δεόντως ἀπ' ἐλπίδος γενόμενον. Ἰστέον δὲ [ὅτι τε τοῦ ἔδδεισεν, ὅ ἐστιν ἐδειλίασε, πρωτότυπον τὸ δείω καὶ πλεονασμῷ τοῦ δ δείδω· καὶ ὅτι τὸ ἴθι λείπεται προθέσεως· δηλοῖ γὰρ τὸ ἄπιθι. καὶ] ὅτι ἀπὸ τοῦ εἴρω, τὸ εἰς μάχην συμπλέκω, γίνεται ἀποβολῇ τοῦ ι ἔρω· ἐξ οὗ ἐρέθω, ὡς φλέγω φλεγέθω, νέμω νεμέθω· ἀφ' οὗ τὸ ἐρεθίζω. τοῦ δὲ ἐρέθω ἡ χρῆσις ἐν τοῖς ἑξῆς, οἷον «ὅτ' ἄν με ἐρέθῃ», ἤγουν ἐρεθίζῃ, καὶ «μή μ' ἔρεθε ὀνειδείοις ἐπέεσσιν». [Ἰστέον δὲ καὶ ὅτι τεσσάρων τούτων ὄντων, τοῦ σάος, ὁ ὑγιής, τοῦ σῶς κατὰ συναίρεσιν, τοῦ σόος διὰ τοῦ ο μικροῦ Ὁμηρικῶς, καὶ τοῦ σῶος διὰ παραλήγοντος τοῦ ω μεγάλου, χρῆσις ἐνταῦθα κεῖται τοῦ σάος ἐν τῷ «σαώτερος ὥς κε νέηαι» ἤγουν ὅπως ἀνακρωτηρίαστος ἀπονοστήσῃς, ὃ μεγάλην ἀπειλὴν ἔχει κατὰ τοῦ γέροντος Χρύσου, εἰ καὶ εὐφήμως ἐσχημάτισται. παραλαλεῖ γὰρ ὡς ἀκρωτηριασθήσεται, εἰ μὴ ταχὺ μνήσεται νόστου, ὃς ἐκ τοῦ νέω παράγεται, οὗ ὑποτακτικὸν παθητικὸν Ἰωνικόν ἑνικόν, ἐξ ἐνδείας τοῦ τ, τὸ νέηαι, ἤγουν ἀπέλθῃς.] (v. 34) Ὅτι φλοῖσβος κατὰ ὀνοματοποιΐαν ἦχος ὕδατος θαλασσίου ἐν τῇ ἐκκυμάνσει γινόμενος πρὸς τοῖς αἰγιαλοῖς παλιννοστοῦντος τοῦ κύματος. διὸ καὶ πολύφλοισβος λέγεται θάλασσα. ἔστι δὲ ὅτε καὶ ἁπλῶς ἐπὶ θορύβου κεῖται, οἷον ἐπὶ πολεμικοῦ, ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. καὶ ἔστι μὲν καὶ ῥῆμα ὀνοματοπεποιημένον τὸ φλύω, οἷον «ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα». Οὐκ ἐκ τούτου δὲ γίνεται ὁ φλοῖσβος, ἀλλ' ἴσως μάλιστα ἐκ τοῦ φλέω. διὸ καὶ ἔχει τὸ ο ἀντιπαρακείμενον. ἡ δὲ ὀνοματοποιΐα τρόπος ἐστὶ ποιητικὸς καὶ αὐτὴ μιμουμένη τοὺς τῶν σωμάτων ἤχους, καὶ γέμει ταύτης ἡ ποίησις, ὡς πολλαχοῦ δειχθήσε-