Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.501
Not analysed yet
καὶ δοτικῇ καὶ γενικῇ συντάσσονται. Στίχες δὲ αἱ στρατιωτικαὶ τάξεις, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. τούτων δὲ εὐθεῖα ἑνικὴ στίξ, γινομένη μὲν ἀπὸ τοῦ στείχω, στείξω, καὶ ὀφείλουσα τὴν ἐκεῖθεν δίφθογγον ἔχειν, προαγομένη δὲ ἄλλως διὰ διχρόνου, ἐπεὶ μηδὲν ὄνομα εἰς δίφθογγον λήγει μετὰ διπλοῦ ἀπαθῶς· διὸ καὶ ἡ τῆς γυναικὸς εὐθεῖα σεσίγηται. ἡ δέ γε προίξ καὶ ἡ αἴξ ἀπὸ συναιρέσεως ἔχουσι τὰς διφθόγγους. (v. 688) Τὸ δέ «ἔκειτο ἐν ναυσί» τὴν παντελῆ τοῦ ἥρωος ἀργίαν δηλοῖ, τρὶς ἐν τῇ Βοιωτίᾳ περὶ τοῦ Ἀχιλλέως λεχθέν. οὕτω δὲ καὶ μετ' ὀλίγα ὁ Φιλοκτήτης ἐν Λήμνῳ κεῖσθαι λέγεται, κακῶς μέντοι ἔχων ἐκεῖνος ὑπὸ πληγῆς ὄφεως. ἄμφω δὲ καθ' ὁμοιότητα εἴρηται τοῦ «κεῖται Πάτροκλος». εἰ δὲ κεῖται νῦν Ἀχιλλεύς, ὡς μὴ ἔχων τὸ σύνηθες πρακτικὸν καὶ πολιτικόν—ἔνθα γὰρ μή εἰσι ταῦτα, ἐκεῖ τὸ κεῖσθαι χώραν ἔχει λέγεσθαι—ἐγερθήσεται ἄρα, ὅτε τὴν μῆνιν ἀπόθηται. διὸ καὶ ἐπήγαγε· «τάχα δ' ἀνστήσεσθαι ἔμελλεν». ἔνθα καὶ παραμυθεῖται ὁ ποιητὴς τὸν φιλέλληνα ἀκροατὴν διὰ τοῦ τάχα. ταχὺ γάρ, φησίν, ἀναστήσεται καὶ ἀντικαταστήσεται τοῖς Τρωσίν. [Ἰστέον δέ, ὡς εἴ τις ἐνθυμοῖτο τὸ «οὐδέ μιν ἀνστήσεις», τεθνεῶτα δηλαδή, εἴποι ἂν κἀνταῦθα ὡς ἐπὶ νεκροῦ τινος ἀστεϊσθῆναι τὸ «ἔκειτο μέν, τάχα δὲ ἀναστήσεσθαι ἔμελλε».] Τὸ δέ «ποδάρκης» ἔχει τι γλυκύτητος ἐνταῦθα. λέγει γὰρ ὅτι ὁ ποδωκέστατος ἔκειτο συμποδιζούσης αὐτὸν τῆς μήνιδος, ἣν ἔπασχεν ἐπὶ τῇ Βρισηΐδῃ, ἣν κόρην καὶ ἐνταῦθά φησιν οὔτε ὡς θυγατέρα τινὸς οὔτε ὡς παρθένον, ἀλλ' ἁπλῶς ὡς νεάνιδα. [(v. 689) Τὸ δέ «κούρης χωόμενος» λείπεται τοῦ ἕνεκεν ἢ τῆς ὑπέρ προθέσεως ὁμοίως τῷ «χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικός», ἵνα ᾖ χωόμενος ὑπὲρ τῆς δεῖνος.] (v. 691) Τὸ δέ «Λυρνησσὸν διαπορθήσας» ἐφερμηνευτικόν ἐστι τοῦ ἐξείλετο ἐκ Λυρνησσοῦ, ἵνα μὴ νοηθῇ τυχόν, ὡς ἐκ Λυρνησσοῦ τὴν Βρισηΐδα ἐξελέξατο, [λόγῳ ἐμπορίας] ἢ συμβάσεως, ἀλλὰ ὅτι πολέμου νόμῳ ταύτην ἔσχεν. ἔοικε δὲ καὶ ἐπαναλήψει τὸ τοιοῦτον· ἐπανελήφθη γὰρ ἡ Λυρνησσός, ἵνα συμπαρατεθῇ ταύτῃ καὶ ἡ τῆς, ὡς προεγράφη, Ἀτραμυτηνῆς Θήβης ἅλωσις, περὶ ὧν, εἰ καὶ προερρέθη, ἀλλὰ κἀκεῖνο εἰδέναι οὐ περιττόν, ὅτι οὐ μόνον Ἀτραμυτηνὴ Θήβη, ἀλλὰ καὶ ἐν Παμφυλίᾳ. οὕτω δὲ καὶ Λυρνησσός. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου. δείκνυται δὲ μέσον Φασήλιδος καὶ Ἀτταλείας Θήβη καὶ Λυρνησσὸς Τρωϊκῶν ἀνδρῶν ἐκεῖ ἐκπεσόντων. ἐθνικὸν