Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.502
Not analysed yet
τῆς Ὁμηρικῆς Λυρνησσοῦ φασιν εὑρῆσθαι παρ' Αἰσχύλῳ «Λυρναῖος», καὶ τάχα κατὰ συγκοπήν. μία δέ, φασί, καὶ αὕτη τῶν ἕνδεκα πόλεων, ἃς πεζὸς εἷλεν ὁ Ἀχιλλεύς, αἳ ἦσαν Λυρνησσός, Πήδασος, Θήβη, Ζέλεια, Ἀδράστεια, Πιτύα, Περκώτη, Ἀρίσβη, Ἄβυδος καὶ . Περὶ δὲ Θηβῶν ὁ Γεωγράφος καὶ Λυρνησσοῦ φησι καί, ὅτι τοῦ Θήβης πεδίου ἔχουσι νῦν Ἀδραμυτηνοὶ τὸ πλεῖον. ἐνταῦθα γὰρ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον. ἔρημοι δ' ἀμφότεραι διέχουσαι Ἀδραμυτίου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲ ὀγδοήκοντα. ἐν δὲ τῇ Ἀδραμυτηνῇ ἐστι, φησί, καὶ ἡ Χρῦσα. ἐπεὶ δὲ καὶ Ὑποπλάκιοι ἐν τοῖς ἑξῆς που αἱ τοιαῦται λέγονται Θῆβαι, φησὶν ὁ Πορφύριος, ὅτι Ὑποπλακία ἡ ἐν τῷ Θήβης πεδίῳ πόλις, ὃ σημαίνει ὑπόπεδος καὶ λεῖος. τοῦτο γὰρ δηλοῖ, φησίν, ἡ πλάκιος. Πλὰξ γὰρ ὑπὸ πλείστων τὸ ἐπίπεδον χωρίον. ὁ δὲ εἰπὼν ὄρους τινὸς Πλακίου μνημονεύειν τὸν ποιητὴν παρακούει Ὁμήρου. (v. 692) Ὁ δὲ Ὁμηρικὸς ἐν τούτοις Μύνης ἀνὴρ ἦν τῆς Βρισηΐδος. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι ἀπὸ μετοχῆς εἰς ῥῆμα μετῆλθεν ὁ ποιητής, διὰ ἐξαλλαγὴν δηλαδὴ σχηματισμοῦ. ὀφείλων γὰρ εἰπεῖν, ὅτι τὴν Βρισηΐδα ἐξείλετο Ἀχιλλεὺς πορθήσας Λυρνησσὸν καὶ Θήβην καὶ Μύνητα καταβαλών, ὁ δὲ εἶπεν, ὅτι καὶ Μύνητα κατέβαλεν. εὑρεθήσονται δὲ ἐν τοῖς ἑξῆς καὶ ἄλλα τοιαῦτα σχήματα. Ἐπίστροφος δὲ ἰδοὺ καὶ οὗτος ἕτερος παρὰ τὸν Ἕλληνα, οὗ ἐμνήσθη ὁ ποιητὴς ἐν τῷ Φωκέων καταλόγῳ. Ἐγχεσίμωροι δὲ οἱ περὶ τὰ ἔγχεα μεμορημένοι, ὅ ἐστι κακοπαθοῦντες, ἐκταθέντος τοῦ ο εἰς ω μέγα, ὡς καὶ ἐπὶ τοῦ ἰόμωροι γίνεται. ῥηθήσεται δὲ περὶ τούτου πλέον τι ἐν τοῖς ἐφεξῆς. Ἴδε δὲ ὅπως ἐνταῦθα ὁ ποιητὴς οὐκ ἐμνήσθη Πατρόκλου, τοῦ ἑταίρου τῷ Ἀχιλλεῖ. καὶ ἡ αἰτία δήλη. Διομήδει μὲν γὰρ καὶ Ἰδομενεῖ συνεξεφώνησε τοὺς φιλτάτους ὡς συνεξιόντας εἰς μάχην, ἐνταῦθα δὲ τοῦ Ἀχιλλέως τρόπον τινὰ σιγηθέντος τά γε εἰς ἔκταξιν πολέμου ἐχρῆν συσσιγᾶσθαι καὶ τὸν Πάτροκλον, καθὰ καὶ τὸν παιδαγωγὸν Φοίνικα. [(v. 693) Ἰστέον δὲ ὅτι τοὺς εἰρημένους, τὸν Μύνητα καὶ τὸν Ἐπίστροφον, υἱέας λέγει Εὐήνου, ὁμωνύμου ποταμῷ τινι ἀλλαχοῦ κειμένῳ, Σεληπιάδαο, ἤγουν υἱοῦ Σεληπίου, ἄνακτος· δῆλον δὲ ὡς παρὰ τὸ σέλας καὶ τὸ ἤπιος σύγκειται ὁ Σελήπιος.] (v. 695—710) Ὅτι τῶν