Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.503
Not analysed yet
ἐχόντων «Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα, Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην», Πρωτεσίλαος ἡγεμόνευέ ποτε ζωὸς ἐών, ὃν καὶ ἀρήϊον δὶς λέγει ὡς πολεμικὸν καὶ μεγάθυμον δέ, ὅπερ ἀντίκειται πρὸς τὸν μικρόψυχον. καὶ οὕτω μὲν ζῶν ἦρχε· τότε δὲ ἤδη κατεῖχεν αὐτὸν γαῖα μέλαινα. Καὶ ὅρα ὅτι μετὰ τὸν ὡσανεὶ κείμενον, ὡς προείρηται, Ἀχιλλέα τὸν ὡς ἀληθῶς κείμενον Πρωτεσίλαον ὁ ποιητὴς παρέθετο. καὶ ἐπόθουν μέν, φησίν, ἐκεῖνοι τὸν ἀρχηγόν, οὐ μὴν οὐδ' αὐτοὶ ἄναρχοι ἔσαν. καὶ σημείωσαι τὸ ἄναρχοι ἀντὶ τοῦ ἀβασίλευτοι, δίχα ἀρχοῦ. Ἐκόσμησε δέ, φησίν, αὐτοὺς Ποδάρκης, ὄζος Ἄρηος, Ἰφίκλου υἱὸς Φυλακίδου, τοῦ καὶ ἐν Ὀδυσσείᾳ κειμένου, ὃν καὶ πολύμηλον λέγει διὰ τὰ πρὸ μικροῦ λεχθέντα, αὐτοκασίγνητος Πρωτεσιλάου, «ὁπλότερος γενεῇ. ὃ δ' ἄρα πρότερος καὶ ἀρείων, ἥρως Πρωτεσίλαος». διό, φασίν, οὐδ' ἐξίσχυσεν ὁ Ποδάρκης ἐν τοῖς ἑξῆς ἀπώσασθαι τῆς τοῦ Πρωτεσιλάου νηὸς τὸ δήϊον πῦρ, ἀλλ' ὥσπερ ὁ Πρωτεσίλαος πρῶτος τῶν ἄλλων Ἀχαιῶν ποτε πέπτωκεν ἐν Τροίᾳ, οὕτω καὶ ἡ τούτου ναῦς πρώτη τῶν ἄλλων τὸ τοῦ Ἕκτορος ἐδέξατο πῦρ. εἰ δὲ καὶ ἡμιδαὴς ἐκείνη ἔμεινεν, εἴη ἂν ὅμοιόν τι τοῦτο πρὸς τὸν τοῦ ἥρωος δόμον, ὃς χηρωθείσης τῆς γυναικὸς ἡμιτελὴς ἐλείφθη, ὡς τοῦ Πρωτεσιλάου πεσόντος, καθὰ μετ' ὀλίγα δηλωθήσεται, ἣ καὶ ἀμφιδρυφὴς ἐπὶ τῷ τοῦ ἀνδρὸς θανάτῳ γέγονε. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ ποιητὴς ἐν τοῖς ἑξῆς διασαφῶν ἢ καὶ παραφράζων τὸ «οὐδὲ οὗτοι ἄναρχοι ἦσαν, πόθεόν γε μὲν ἀρχόν» ἐπάγει ἐπαναληπτικῶς «οὐδέ τι λαοὶ δεύοντο ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα» τὸν Πρωτεσίλαον· Αἱρετώτερον γὰρ πάντως τὸ τοῦ καλοῦ κάλλιον. διὸ καίτοι τὸν κοσμοῦντα ἔχοντες ἐπόθουν ὅμως καὶ ἀπόντα τὸν κρείττονα. οἶκτον δὲ κατὰ τοὺς παλαιοὺς πολὺν ὁ ποιητὴς δίεισιν, οὐ μόνον ἐν τοῖς ἐφεξῆς, ὅτε τὰ κατὰ τὴν γυναῖκα ἱστορεῖ, ἀλλὰ καὶ νῦν ἐν οἷς οὕτω ποθεινὸν τοῖς οἰκείοις λέγει τὸν ἥρωα. Ὁρίζεται δέ, φασί, καὶ τὸ πρόθυμον αὐτοῦ, εἴγε διὰ τῆς ὁρμῆς αὐτοῦ βατὴν Ἕλλησι τὴν Τροίαν ἔθετο· διὸ καὶ μεγάθυμον αὐτὸν ὠνόμασε. θρῴσκων γὰρ ἐκ νηὸς πολὺ πρώτιστος Ἀχαιῶν ἀνῃρέθη, ὡς δηλωθήσεται κατωτέρω. (v. 698) Γενεαλογία δὲ αὐτοῦ τοιαύτη τίς ἐστιν. εἷς τῶν Αἰολιδῶν