Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.504
Not analysed yet
Φύλακος κτίσας πόλιν Φυλάκην ὠνόμασεν, οὗ Ἴφικλος, οὗ Φύλακος, οὗ Ποίας καὶ Ἴφικλος, ὧν Ποίαντος μὲν καὶ Μεθώνης Φιλοκτήτης, Ἰφίκλου δὲ καὶ Ἀστυόχης Πρωτεσίλαος καὶ Ποδάρκης. Ἐνταῦθα δὲ ζητητέον, ποῖος ἦν ὁ ποδωκέστατος κατὰ τὴν ἱστορίαν Ἴφικλος, περὶ οὗ δηλῶν Ἡσίοδος, ὅτι ταχυτῆτι διήνεγκεν, οὐκ ὤκνησεν ἐπ' αὐτοῦ ταύτην εἰπεῖν τὴν ὑπερβολήν· «ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέεν, οὐδὲ κατέκλα, ἀλλ' ἐπὶ πυραμίνων ἀθέρων δρώμασκε πόδεσσι καὶ οὐ σινέσκετο καρπόν». [Ὁπότερος δ' ἂν τοῖν δυοῖν ἦν ποδωκέστερος, ἔγκειται καὶ τῷ ὀνόματι ἐκείνου σημασία τῆς κατ' αὐτὸν ποδωκείας. Ἴφικλος γάρ, φασί, κατὰ συγκοπὴν ἐκ τοῦ ἰφίκωλος, ὅ ἐστιν ἰσχυρόπους καί, καθ' Ὅμηρον εἰπεῖν, ποδάρκης. ὅτι δὲ κῶλα ἰδίως καὶ ἐπὶ ποδῶν, ἡ Κωλιὰς Ἀφροδίτη δηλοῖ, κῶλα τοιαῦτα ἐκλύσασα δεσμοῦ, ὡς ἐν ἄλλοις δεδήλωται, καὶ ἐκεῖθεν οὕτω παρονομασθεῖσα.] (v. 710) Τῷ δὲ ῥηθέντι Ποδάρκει τεσσαράκοντα κατὰ τὸν ποιητὴν μέλαιναι νῆας ἕποντο. Σημείωσαι δέ, ὅτι ἐν ταῖς καθ' ἕκαστα τοῦ ἀριθμοῦ τῶν νηῶν ἀποδόσεσιν, ὁτὲ μὲν δίχα ἐπιθέτου τὰς νῆας ὁ ποιητὴς προάγει, ὁτὲ δὲ μετὰ ἐπιθέτων, τριῶν μέντοι μόνων, ὧν τὸ μέν «μιλτοπάρῃοι» ταῖς τοῦ Ὀδυσσέως ἐχαρίσατο κατά τι, ὡς προερρέθη, ἐξαίρετον. «γλαφυρὰς δὲ νῆας» τετράκις τινὰς εἶπε. δωδεκάκις δὲ ἔφη τὸ «μέλαιναι». τοσαυτάκις δὲ καὶ ἁπλῶς αὐτὰς δίχα ἐπιθέτου τινὸς ἐξεφώνησεν. οὐκ ἤρεσε δὲ αὐτῷ πλεῖόν τι περιεργάσασθαι· διὸ οὔτε κορωνίδας οὔτε κοίλας τινὰς οὔτε θοὰς εἶπε, ταῦτα δὴ τὰ συνηθέστατα. (v. 695) Τῶν δὲ ῥηθεισῶν πόλεων περὶ μὲν Φυλάκης ἐρρέθη ἀνωτέρω, ἧς ὁ πολίτης Φυλακήσιος, ὡς Ἰθακήσιος, κειμένης ἐγγὺς Θηβῶν τῶν Φθιωτίδων, αἳ καὶ αὐταί, φασίν, ὑπὸ Πρωτεσιλάῳ ἦσαν. (v. 695 s.) Πύρασος δὲ πόλις Φθίας κατὰ τὸν Ἐθνικογράφον, κληθεῖσα οὕτω διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον ἤτοι σιτοποιόν· διὸ καὶ Δήμητρος αὐτὴν τέμενος ἐκάλεσεν ὁ ποιητής, ὡς πολύκαρπον δηλαδὴ καὶ εὔκαρπον· τοῖς γὰρ τοιούτοις ἀγαθοῖς ἡ Δημήτηρ ἐπιστατεῖν ἐλέγετο. ταῦτα δὲ ὑποδηλοῖ καὶ τὸ ἀνθεμόεντα. τόπος γὰρ ἀνθεμόεις ὁ φυτοῖς θαλερὸς καὶ ἀνθηρὸς παρὰ τὸ ἄνθεμον, ὃ σημαίνει τὸ ἄνθος. Ὁ δέ γε Ἀπίων καὶ Ἡρόδωρος