Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.505
Not analysed yet
οὐκ ἀρέσκονται τοῖς οὕτω νοοῦσιν, ἀλλ' ἰδιάζουσαν λέγουσι πόλιν τὸ τῆς Δημήτρος τέμενος· Δήμητρος γάρ, φασί, πόλις, οὐχ' ὁ Πύρασος, ἀλλὰ πόλις Δημήτρειον καλουμένη καθ' ἑαυτήν. ὁ μέντοι Γεωγράφος οὐ συντρέχει τούτοις. φησὶ γάρ, ὅτι τὸ Δημήτρειον Δήμητρος τέμενος ὁ ποιητὴς εἴρηκε καὶ ἐκάλεσε Πύρασον. ἦν δέ, φησί, πόλις εὐλίμενος ἡ Πύρασος, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον. τὴν δὲ Ἴτωνα προπαροξύνεσθαί φασιν οἱ παλαιοὶ ὡς Μήκωνα. τινὲς δὲ ὀξύνουσι λέγοντες, ὅτι ὠνομάζετο καὶ Σιτών διὰ τὸ σιτοφόρον. λέγεται δέ, φασί, καὶ Ἰτώνη τρισυλλάβως, ἔτι δὲ καὶ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, καὶ Ἀθηνᾶ δὲ ἐξ αὐτῆς Ἰτωνία. εἰσὶ δὲ καὶ ἕτεραι Ἰτῶναι κατὰ τοὺς Ἱστορικούς. Μητέρα δὲ μήλων εἰπὼν Ὅμηρος τὴν Ἴτωνα μονονουχὶ καὶ οὖθαρ ἀρούρης λέγει τὰ ἐκεῖ. θρεπτικὸν γὰρ καὶ μήτηρ καὶ οὖθαρ. εἰ δὲ πολύμηλος ὁ Ἴφικλος, ὡς δεδήλωται, εἴη ἂν ὀρθῶς [μήλων] μήτηρ καὶ ἡ κατ' αὐτὸν πόλις. [ἐφ' οὗ ὅρα, ὡς οὐ μόνον χώρα πολύμηλος πολλαχοῦ, ἀλλ' ἰδοὺ καὶ ἥρως τοιοῦτος ὡς πολυθρέμμων. λεχθείη δ' ἂν οὕτω καὶ ὁ Οἰδίπους διὰ τὸ «μήλων ἕνεκ' Οἰδιπόδαο». καὶ ὁ τοῦ Ἀδμήτου δὲ Εὔμηλος καὶ ἡ ἐν τοῖς ἑξῆς που Πολυμήλη τοιαύτην ὑποβάλλουσιν ἔννοιαν. ἡ μέντοι Φιλομήλα πρὸς τὸ τῆς ἀλφεσιβοίας παρεκκλίνει νόημα, ὥσπερ καὶ ἡ Πολύβοια.] (v. 697) Καὶ τὴν Ἄντρωνα δὲ τινὲς μὲν βαρύνουσιν ὡς τὴν Ἴτωνα, τινὲς δὲ Ἀντρῶνά φασιν ὡς Πυθῶνα· [Ἡρωδιανὸς δέ φησιν ὡς Πλευρῶνα·] Ὠνόμασται δὲ οὕτω διὰ τὸ τοὺς ἐκεῖ τόπους ἀντρώδεις, τουτέστι σπηλαιώδεις καὶ ὑπονόμους εἶναι. ὁ δὲ τὰ Ἐθνικὰ συλλέξας καὶ τὸν ἐν παροιμίαις Ἀντρώνιον ὄνον ἐντεῦθεν εἰρῆσθαι λέγει. εὐφυεῖς γάρ, φησί, πρὸς μύλωνας ἔχει λίθους, ὥστε κατὰ τοῦτον τὸν λόγον Ἀντρώνιος ὄνος ὁ πρὸς ἀλετὸν δεξιός. Πτελεὸν δὲ ὁ μὲν ποιητὴς ἀρσενικῶς προήγαγε. διὸ καὶ λεχεποίην αὐτὸν ἔφη, τουτέστι πολυβότανον, οὗ ἡ πόα χρήσιμος λέξασθαι, ἤτοι ἐγκαθευδῆσαι αὐτῇ. ἕτεροι δὲ οὐδετέρως φασὶ τὸ Πτελεόν, πόλιν αὐτὸ εἰπόντες Ἀχαιῶν τῶν ἐν Θετταλίᾳ. εἶναι δὲ ἱστοροῦσι καὶ Ἰωνικὴν καὶ Τρῳαδικὴν Πτελεὸν καὶ καλεῖσθαι ἀπὸ τῶν ἐκεῖ πτελεῶν. ὁ πολίτης Πτελεάτης, φασί, καὶ Πτελεούσιος καὶ Πτελεεύς. ἕτερος δὲ πάντως