Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.506
Not analysed yet
οὗτος Πτελεὸς παρὰ τὸν ὑπὸ τῷ Νέστορι, ὁ νῦν ἴσως γνωριζόμενος. μέμνηται δὲ Πτελεοῦ καὶ ὁ Δημοσθένης καὶ ζήτει ποίου. (v. 700—2) Ὁ δὲ ποιητὴς ἐπιτρέχων οἰκτρῶς τὰ κατὰ τὸν Πρωτεσίλαόν φησι· «τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος ἐν τῇ Φυλάκῃ πόλει ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν». παθαίνεται δὲ Ὅμηρος ἐν τούτοις ἐπὶ τῷ Πρωτεσιλάῳ, οἷα φιλέλλην οἰκτιζόμενος, ἔτι δὲ καὶ θαυμάζων τοῦ θάρσους, εἴπερ χρησμοῦ δοθέντος πρῶτον ἐν Τροίᾳ πεσεῖν τὸν προπηδήσαντα τῆς νηός, Ἀχιλλεὺς μὲν ὑπέτρεσε κατά τινας καὶ τελευταῖος εἰς γῆν ὁ τῶν Ἑλλήνων πρώτιστος κατεπήδησε, Πρωτεσίλαος δὲ φερωνύμως πρῶτός τε τοῦ λαοῦ καθήλατο τῆς νεὼς καὶ πρῶτος τοῦ λαοῦ πέπτωκε, ἑλόμενος οὕτω παθεῖν ἤπερ κατεπτηχότας βλέπειν τοὺς Ἀχαιούς. Πρωθύστερα δέ, φασίν, ἐνταῦθα τὰ Ὁμηρικὰ νοήματα. οὐ γὰρ πρῶτον ἡ γυνὴ ἐχηρώθη καὶ ὁ δόμος ἡμιτελὴς ἔμεινεν, εἶτα ὁ Πρωτεσίλαος ἔπεσεν, ἀλλὰ τὸ ἀνάπαλιν πρῶτον ἔκτανέ τις αὐτόν, εἶτα ἡ γυνὴ καὶ ὁ δόμος ἔπαθον, ἃ ἔπαθον. (v. 700) Ἀμφιδρυφὴς δὲ ἡ ἅπαν δρυπτομένη, ὅ ἐστι ξεομένη, τὸ πρόσωπον, ὃ λύπης ὑπερβολὴν δηλοῖ. [Ἐκ τοῦ δρύπτω δὲ γίνεται τὸ ἀμφιδρυφές. δρύπτειν δὲ κυρίως τὸ ἀποδέρειν, ὅ ἐστιν ἐκδέρειν δόρυ, ἤγουν ξύλον, δένδρον, ἵνα ᾖ δορύπτω, ὡς κορύπτω, καὶ ἐν συγκοπῇ δρύπτω.] (v. 701) Τὸ δέ «ἐλέλειπτο δόμος ἡμιτελής» εἴδους ἐστὶ συμβολικοῦ. οὐ γὰρ ἔλλειψιν στέγης ἁπλῶς ἢ τοιούτου τινὸς δηλοῖ ἀλλὰ τὸν τοῦ οἰκοδεσποτοῦντος ἀφανισμόν, ὡς τῷ μὲν ἡμίσει, τῇ ἀλόχῳ δηλαδή, συνεστῶτος τοῦ δόμου, τῷ δὲ λοιπῷ μὴ ὄντος, ἤτοι τῷ Πρωτεσιλάῳ τῷ μηκέτ' ὄντι. διὸ καὶ ὁ Γεωγράφος Ἀβίους παρ' Ὁμήρῳ εἰπὼν ἀντὶ τοῦ χωρὶς γυναικῶν ἐπάγει· ἡμιτελὴς γὰρ χῆρος βίος, ὡς καὶ ὁ οἶκος ὁ τοῦ Πρωτεσιλάου διότι χῆρος. κατὰ δὲ τοὺς παλαιοὺς καί, διότι μὴ διαταξάμενος εὖ τὰ κατὰ οἶκον ἀπέπλευσεν ἢ μὴ παιδοποιησάμενος ὡς τελέως ᾠκῆσθαι τὸν αὐτοῦ δόμον, ὡς εἶναι οὕτω ἡμιτελῆ δόμον τὸν ἄτεκνον. Ἔνιοι δὲ καὶ ἁπλῶς οὕτω, διότι, φασίν, οἰκοδομῶν θάλαμον ἀπέπλευσεν. ἕτεροι δέ φασιν, ὅτι δόμος ἡμιτελὴς ὁ ἡμίγαμος, ὡς τοῦ ἑτέρου τῶν οἰκούντων ἐστερημένος. τέλος γὰρ ὁ γάμος, ὅθεν τελείους τοὺς γεγαμηκότας ἔλεγον. γυνὴ δὲ Πρωτεσιλάῳ Λαοδάμεια, ἡ Ἀκάστου, φίλανδρος πάνυ καὶ μὴ ἀνασχομένη ζῆν