Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.52
Not analysed yet
ται. ἐπενοήθη δὲ παρὰ τῶν παλαιῶν ἐπὶ πραγμάτων, ἃ οὐκ ὠνοματοθέτησαν οἱ πρὸ αὐτῶν, ὡς ἐν τοῖς ἑξῆς καὶ αὐτὸ ῥηθήσεται. (v. 35). Ὅτι τὰ εἰς θεν ἐπιρρήματα παρὰ τοῖς παλαιοῖς φωνήεντος μὲν ἐπιφερομένου ἐφείλκοντο χάριν εὐφωνίας τὸ νῦ οἷον «ἀπάνευθεν ἔρχεται». εἰ δὲ σύμφωνον ἐπεφέρετο, δίχα τοῦ ν ἐξεφωνοῦντο, οἷον «ἀπάνευθε κιών». [περιττὴ δὲ ἡ πρόθεσις ἐν τῷ ἀπάνευθε. μυρία δὲ τοιαῦτα φανεῖται καὶ ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ κιών ἐξέδραμεν ὄνομα ὁ κίων, ἀναγκαίως αὐτὸς βαρυτονηθείς.] Ὅτι τὸ γεραιός ἢ φύσει ἔχει τὸ ε, ὡς ἀπὸ τοῦ γέρας· γεραροὶ γὰρ καὶ τίμιοι οἱ γέροντες· ἢ ἀπὸ τοῦ γηραιός συνέσταλται, ὥς που καὶ ὁ μὴν σύνδεσμος μὲν λέγεται κατὰ συστολὴν καὶ τὸ ξηρὸν ξερὸν ἐν Ὀδυσσείᾳ. τὸ μέντοι μήν καὶ διὰ τοῦ α λέγεται μάν, καθὰ καὶ ἀπὸ τοῦ φρήν γίνεται καὶ τὸ φρεσί κοινῶς καὶ τὸ φρασί Δωρικῶς παρὰ Πινδάρῳ· [οὕτω δὲ κατὰ τὸ μήν καὶ μέν καὶ μάν τριφορεῖται καὶ ὁ Πρίαπος δέ· οὐ γὰρ μόνον διὰ τοῦ α προφέρεται ἀλλὰ καὶ Πρίεπος καὶ Πρίηπος λέγεται.] (v. 36) Ὅτι παρὰ τῷ ποιητῇ ἐπαμφοτερίζει ἡ ἄρχουσα τοῦ Ἀπόλλωνος καὶ ἐν μὲν τῷ «Ἀπόλλωνι ἄνακτι» [καὶ πρὸ τούτων ἐν τῷ «ἑκηβόλου Ἀπόλλωνος»] καὶ ἀλλαχοῦ δὲ ἐκτείνεται Ἀττικῶς καίτοι τῆς ἐν τῇ παραληγούσῃ τῶν προθέσεων ἀναλογίας συστέλλεσθαι ἀπαιτούσης αὐτό. ἐν δὲ τῷ «ἐχώσατο Φοῖβος Ἀπόλλων» καὶ ἐν ἄλλοις μυρίοις τόποις συστέλλεται. οὕτω δὲ καὶ τὸ Κρονίων διφορεῖται παρὰ τῷ ποιητῇ καὶ ἄλλα οὐκ ὀλίγα, εἰ καὶ οἱ νῦν στρυφνοὶ λογισταὶ τῶν στιχουργούντων μονόχρονα τὰ τοιαῦτα εἶναι θέλουσιν. Ἀπόλλων δὲ παρὰ τοῖς παλαιοῖς οὐκ εὐφήμως μέν, ὅμως δὲ φοβερώτερον ὁ ἥλιος, εἰς ὃν ἀναφέρεται τὰ λοιμώδη νοσήματα. ὥσπερ γὰρ Ποσειδῶν πῇ μὲν σεισίχθων τὸ φοβερόν, πῇ δὲ ἀσφάλιος τὸ εὔφημον, οὕτω καὶ ἥλιος πῇ μὲν ἀπόλλων, πῇ δὲ ἀλεξίκακος. εὐκράτως μὲν γὰρ ἔχουσαι διὰ τοῦ ἡλίου αἱ ὧραι ὑγείας εἰσὶν αἴτιαι, δυσκράτως δὲ διακείμεναι