Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.514
Not analysed yet
οὕτω καὶ τόξων εὖ εἰδότες οἱ τῆς τοξείας εἰδήμονες. τόξα γὰρ ἐνταῦθα τὴν τοξείαν δηλοῖ. Τὸ δέ «ἶφι μάχεσθαι» κατ' ἔλλειψιν τοῦ «ὥστε», ἵνα λέγῃ, ὅτι τόξων εὖ εἰδότες, ὥστε δι' αὐτῶν ἶφι μάχεσθαι. Ἐνταῦθα δὲ ὅρα καί, ὅπως τῷ ἄρχοντι Φιλοκτήτῃ τοξικωτάτῳ ὄντι συνεξωμοίωνται καὶ οἱ περὶ αὐτόν. ὅρα δὲ καί, ὅτι ἐν ἀρχῇ τῆς Βοιωτίας μνησθεὶς ὁ ποιητής, ὅσους εἶχεν ἑκάστη τῶν κατὰ Βοιωτοὺς νηῶν ἄνδρας, οὐκέτι οὐδεμιᾶς νηὸς ἐρέτας ἠρίθμησεν, ἀλλ' ἢ μόνους ἐνταῦθα τοὺς τοῦ Φιλοκτήτου, διδοὺς ἀριθμὸν μείζονα καὶ ἐλάττονα, ὧν τὸν μέσον ἐξευρίσκοντες, ὡς μικρόν τι πρὸ τῆς Βοιωτίας εἴρηται, μετροῦσι τὰς τῶν Ἑλλήνων μυριάδας οἱ παλαιοί, ὡς αὐτοῖς εὐηρέστηται. ὅτι δὲ τοξοτῶν ἄριστος ὁ Φιλοκτήτης, μεμαρτύρηται. (v. 721) Κρατερὰ δὲ ἄλγεα οὐ τὰ κατὰ σῶμα μόνον, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ τὰ εἰς ψυχήν. (v. 722) Ἠγαθέη δὲ Λῆμνος, τουτέστιν ἀγαστή, ὡς τῷ Ἡφαίστῳ ἀνακειμένη, καθὰ καὶ προγέγραπται. (v. 723) Τὸ δὲ μοχθίζειν ὅμοιόν ἐστι τῷ πολεμίζειν καὶ τῷ νεμεσίζεσθαι καὶ τοῖς ὁμοίοις, ἐν οἷς καὶ τὸ ὀχθίζειν παρὰ τῷ Ὀππιανῷ. Τὸ δέ «ἕλκεϊ κακῷ» τὴν καρτερίαν τοῦ ἥρωος ἐνδείκνυται. Ὕδρος δὲ εἶδος ὄφεως δακόντος τὸν Φιλοκτήτην, οὔτε θανάσιμον, οὔτε μὴν ῥᾳδίως ἰάσιμον, ὅθεν κακῶς πάσχων τὸν πόδα διαβόρῳ νόσῳ κατὰ τὴν τραγῳδίαν καὶ πολλὰ βοῶν καὶ βρυχώμενος καὶ φορτικὸς λίαν πάνυ τοῖς Ἀχαιοῖς δόξας ἐξερρίφη ἐν Λήμνῳ ὑπ' αὐτῶν, εἰ καὶ ὕστερον κατὰ χρησμὸν ἀναληφθεὶς αἴτιος τοῦ ἁλῶναι τὴν Τροίαν γέγονε, καταβαλὼν τὸν ἀρχέκακον Πάριν. εἰ δὲ τοιούτου ὕδρου θηλυκὸν ὕδρα, καθ' ἣν καὶ ἡ παροιμιαζομένη Λερναία ὕδρα περιφορεῖται, ζητητέον, εἴ τίς που μαρτυρεῖ. Δηχθῆναι δὲ τὸν Φιλοκτήτην ὁ Πορφύριος λέγει κατά τινας περὶ Τένεδον ἢ Ἴμβρον, [ἐκεῖθεν δὲ] ἐκτεθῆναι εἰς Λῆμνον. τινὲς δὲ περί τινα Χρύσην νῆσον [ὁμώνυμον Χρύσῃ τινὶ νύμφῃ, ἧς μέμνηται Σοφοκλῆς, ὠμόφρονα εἰπὼν αὐτήν.] τὸν δὲ ὕδρον χέρσυδρόν φασί τινες, ὃς παρέχει σηπεδόνας καὶ