Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.515
Not analysed yet
ἄλγος, οὗ κατέχεσθαι τὴν σῆψιν θαλάσσης προσρανθείσης. [Σοφοκλέους δὲ οὐ μόνον ὕδρου ἀλλὰ καὶ ἐχίδνης μνησθέντος ἐν τοῖς κατὰ τὸν Φιλοκτήτην ζητητέον, εἰ ταὐτὰ πολυωνυμίας λόγῳ ὕδρος καὶ ἔχιδνα.] (v. 724) Τὸ δέ «ἔνθ' ὅ γε κεῖτ' ἀχέων» συμπληρωτικὴ ἐπιτομή ἐστι καὶ παράφρασις τοῦ «ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατερὰ ἄλγεα πάσχων». Τὸ δὲ μνήσεσθαι ἀλλαχοῦ περιφράζων μνήμην ἐγγενέσθαι λέγει. φησὶ γάρ· «μνημοσύνη πυρὸς γενέσθω», τουτέστι μνήσθητε πυρός. ἐνεπλατύνθη δὲ ὁ ποιητὴς κατὰ τοὺς παλαιοὺς τῷ περὶ Φιλοκτήτου λόγῳ διὰ τὸ μὴ ἔχειν ἀλλαχοῦ τῆς ποιήσεως μνησθῆναι αὐτοῦ. περὶ οὗ καὶ τοῦτο λέγεται. Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων βωμὸν τῆς Χρυσῆς Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου καὶ ἀνίατα τραυματισθεὶς εἰάθη αὐτόθι ὑπὸ τῶν Ἀχαιῶν εἰδότων, ὡς οἱ τοῦ Ἡφαίστου ἱερεῖς ἐθεράπευον τοὺς ὀφεοδήκτους. λέγει δὲ ἡ ἱστορία καί, ὅτι εἵμαρτο μὴ ἁλῶναι τὴν Ἴλιον δίχα τῶν Ἡρακλέος τόξων, ἅπερ εἶχεν ὁ Φιλοκτήτης. διὸ καὶ μνησθέντες αὐτοῦ οἱ Ἀχαιοὶ μετεκαλέσαντο. (v. 729—33) Ὅτι Ποδαλείριος καὶ Μαχάων, Ἀσκληπιοῦ παῖδε, ἰητῆρε ἀγαθώ, ἤγουν ἰατροὶ ἀγαθοί, τριάκοντα νηῶν ἦρχον καὶ ἀνδρῶν, οἳ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν καὶ Οἰχαλίαν, πόλιν Εὐρύτου Οἰχαλιέως. Ἐνταῦθα δὲ ὅρα, ὅτι τὸ «Ἀσκληπιοῦ» ἐκτείνει διὰ μέτρον τὴν παραλήγουσαν. πολλαχοῦ δὲ τῆς ποιήσεως ἐν τοῖς ἑξῆς μνεία γίνεται τῶν τοιούτων δύο Ἀσκληπιαδῶν, οὓς τοῦ Λαπιθείου γένους φασὶ κατάγεσθαι. Στίλβης γὰρ καὶ Ἀπόλλωνος ὁ Λαπίθης, οὗ ἀπόγονος Ἀσκληπιός, υἱὸς καὶ αὐτὸς Ἀπόλλωνος καὶ νύμφης Κορωνίδος. Ἀσκληπιοῦ δὲ οἱ ῥηθέντες δύο ἰητῆρες. (v. 729) Τρίκκη δὲ πόλις Θεσσαλίας, ἀπὸ Τρίκκης θυγατρὸς μὲν Πηνειοῦ ποταμοῦ, γυναικὸς δὲ Ὑψέως. ταύτην Τρίκκαλά τινές φασιν ἄρτι καλεῖσθαι, οἱ δὲ παλαιοὶ Τρίκαλα οὐδετέρως δι' ἑνὸς κ πόλιν Σικελίας ἱστοροῦσι. περὶ δὲ Τρίκκην κατὰ τὸν Γεωγράφον ἱερὸν Ἀσκληπιοῦ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορον Δόλοψι καὶ τοῖς περὶ Πίνδον χωρίοις. Ἡ δὲ Ἰθώμη—Θετταλικὴ δὲ καὶ αὕτη— καλεῖται καὶ Θούμαιον κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν, ἀποβολῇ, φησί, τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον. ἔστι δέ, ὡς προεδηλώθη, καὶ Μεσσηνια-