Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.516
Not analysed yet
κὴ Ἰθώμη. ἐθνικὸν Ἰθωμαῖος καὶ Ἰθωμήτης. τῷ δὲ Γεωγράφῳ ἐμφέρεται, ὅτι τὴν Ἰθώμην ὁμωνύμως τῇ Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτως ἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ὑφαιρεῖν. νῦν δέ φησιν Θαμαί μετονομασθεῖσαν. χωρίον δέ, φησίν, ἦν ἐρυμνὸν καὶ τῷ ὄντι κλωμακόεν. τῆς δὲ Δημητροπολιτῶν, φησί, χώρας ἦν ἡ Ἰθώμη. καὶ ὅρα, ὅτι τὸ «κλωμακόεν» ἐπὶ ὀχυροῦ τέθειται τόπου, ἐν ᾧ εἰσι κλώμακες, ὁποίων καὶ ὁ Λυκόφρων μέμνηται, ὅ ἐστι τόποι ἢ λόφοι κατὰ τοὺς παλαιοὺς ὑψηλοί. τραχεῖαι δὲ αὗται καὶ πετρώδεις ἀναβάσεις εἰσὶ κατακλῶσαι τοὺς δι' αὐτῶν βαίνοντας. φυλάττεται δὲ ἡ λέξις εἰς ἔτι καὶ νῦν, εἰ καὶ μὴ ἀκραιφνής, ἀλλ' ὑποβάρβαρος, περί που τοὺς Παφλαγόνας, οἳ κρωμακωτοὺς τόπους τοὺς πετρώδεις καὶ οὐ ῥᾷον ἀναβαινομένους φασί. (v. 730) Περὶ δὲ Οἰχαλίας ἐν τῷ τῶν Πυλίων καταλόγῳ ἱκανῶς ἐρρέθη. τῆς Θεσσαλικῆς δὲ νῦν Ὅμηρος μέμνηται. εἴρηται δὲ καὶ περὶ Εὐρύτου ἐκεῖ καὶ τῆς αὐτοῦ θυγατρός, Ἰόλης, δι' ἣν ἐπόρθησεν Ἡρακλῆς τὴν Οἰχαλίαν, εἰς ἣν δοκεῖ γράψαι καὶ Ὅμηρος, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι Κρεώφυλος ὁ Σάμιος ξενίᾳ ποτὲ δεξάμενος τὸν Ὅμηρον ἔλαβε δῶρον ἐξ αὐτοῦ τὴν ἐπιγραφὴν τοῦ ποιήματος, ὃ καλοῦσιν Οἰχαλίας Ἅλωσιν, τουτέστιν ἔσχεν εἰς ἀντίδοσιν ἐξ Ὁμήρου τὸ μὴ ἐπιγράψαι τὸ βιβλίον ἑαυτῷ, ἀλλὰ τῷ φίλῳ Κρεωφύλῳ, οἷον ὅτι Κρεωφύλου Σαμίου Οἰχαλίας Ἅλωσις. Τινὲς δὲ ἀνάπαλίν φασι Κρεώφυλον μὲν γράψαι, Ὁμήρῳ δὲ ἐπιγραφῆναι τὸ βιβλίον διὰ τὴν ξενίαν. διὸ καὶ Καλλίμαχος ὑποδηλῶν, ὅτι ὁ Κρεώφυλος Ὁμήρῳ ἐπονομάσας τὸ ποίημα οὐ τὸν Ὅμηρον ἀλλ' ἑαυτὸν ἐσέμνυνεν, ὡς δῆθεν ὁμηρίζοντα, γράφει ἐν ἐπιγράμματι οὕτω· «τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον Ὅμηρον δεξαμένου, Ὁμήρειον δὲ καλεῦμαι γράμμα. Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα». Τινὲς δὲ καὶ διδάσκαλον Ὁμήρου τὸν Κρεώφυλον εἶπον· ἕτεροι δὲ Ἀρισταῖον τὸν Προκοννήσιον, ὡς καὶ ταῦτα ὁ Γεωγράφος ἱστορεῖ, ὃς μνησθείς που Λαρίσσης καὶ Τρίκκης καὶ Πελινναίου λέγει καί, ὅτι Οἰχαλίαν πόλιν Εὐρύτου λεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ Ἀρκαδίᾳ. (v. 732) Ἐν δὲ τῷ «ἰητῆρε ἀγαθώ» φασὶν οἱ παλαιοί, ὅτι ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν τι τῶν χρησίμων, ὡς ἐν πολλοῖς φαίνεται. Ἰστέον δὲ ὅτι περὶ Θεσσαλίας, ἧς μέρος αἱ ῥηθεῖσαι πόλεις, ἐν τοῖς τοῦ Περιηγητοῦ ἐγράφη, ὅσα ἐχρῆν. ἐνταῦθα δὲ ἰστέον, ὅτι [τε καὶ οἱ Θετταλοὶ τρυφηταὶ ἦσαν, ὡς δῆλον