Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.517
Not analysed yet
ἐκ τοῦ «τάδ' οὐ Κόρινθος οὔτε Λαΐς, ὦ Σύρε, οὐδ' εὐτραπέζων Θετταλῶν χείρ».] καὶ ὅτι Θετταλικὴ ἐλέγετο ἔνθεσις μέγας ψωμός, ὡς Παυσανίας δηλοῖ, καὶ Θετταλικὰ πτερὰ διὰ τὸ πτέρυγάς φησιν ἔχειν τὰς Θετταλικὰς χλαμύδας, ἃς ἕτερος ῥήτωρ Θετταλικὰ γέρα λέγει διὰ τὸ ἔπαθλον ἐν τοῖς ἐκεῖ ἀγῶσιν αὐτὰς κεῖσθαι, ὃς λέγει καί, ὅτι Θετταλικοὶ δίφροι διάφοροι, τουτέστι διαφέροντες πρὸς τοὺς ἄλλους, καὶ ὅτι Θετταλὸν σόφισμα ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν παρατάξεσι παροιμιάζεται ἀλλὰ κακουργούντων. Παυσανίας δὲ εἰς τοῦτο σαφέστερον φράζων φησί· «Θετταλὸν σόφισμα ἐπὶ μάχης καὶ ἐπὶ σχήματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάττεται ἀπὸ αἰτίας τοιαύτης. Ἀράτῳ κατιόντι ὁ θεὸς ἔχρησε φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ' αὐτοῦ χρησάμενοι. ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῷ Ἀπόλλωνι, κατορθώσας δέ, ἃ ἐβούλετο, ἀνεβάλλετο ἀεὶ τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι. ὅθεν ἡ παροιμία ἐπὶ τῶν διατριβόντων τὰς ὑποσχέσεις ἢ καὶ ἄλλως παρακρουόντων». ὁ δ' αὐτὸς Παυσανίας ἱστορεῖ καί τινα Ἔμβαρον ἐπὶ εὐχῇ σοφίσασθαι. ἱδρύσατο γάρ, φησί, Μουνυχίας Ἀρτέμιδος ἱερόν. ἄρκτου δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ Ἀθηναίων ἀναιρεθείσης λοιμὸς ἐπεγένετο, οὗ ἀπαλλαγὴν ὁ θεὸς ἐχρησμῴδησεν, εἴ τις τὴν θυγατέρα θύσει τῇ Ἀρτέμιδι. Βάρος δὲ ἢ Ἔμβαρος ὑποσχόμενος οὕτω ποιήσειν ἐπὶ τῷ τὴν ἱερωσύνην τὸ γένος αὐτοῦ διὰ βίου ἔχειν, διακοσμήσας τὴν θυγατέρα, αὐτὴν μὲν ἀπέκρυψεν ἐν τῷ ἀδύτῳ, αἶγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν εἰς παροιμίαν, φησί, περιέστη «Ἔμβαρος εἶ», τουτέστι νουνεχής, φρόνιμος. τῶν τις δὲ παλαιῶν ὀκνήσας περὶ τοῦ Θετταλοῦ σοφίσματος πολυλογῆσαί φησι· «Θεσσαλὸν σόφισμα ὡς πανούργων καὶ ποικίλων μαρτυρουμένων τῶν ἐκεῖ». ὡς εἶναι κατ' αὐτὸν Θετταλὸν σόφισμα μὴ τοῦτο ἢ ἐκεῖνο, ἀλλ' ἁπλῶς τὸ πανούργημα, καθὰ ἐμφαίνει καὶ Εὐριπίδης ἐν τῇ μονομαχίᾳ τῶν παίδων τοῦ Οἰδίποδος. ὡς δὲ καὶ ἀνδραποδισταὶ οἱ Θετταλοί, λαλεῖ καὶ ὁ Κωμικὸς τοῦτο. [Σόφισμα δὲ Θετταλὸν φάναι τὸν ἐκ Θετταλίας σοφιστήν, ὡς παρὰ τῷ Ἀθηναίῳ κεῖται, μετάληψίς ἐστι νοήματος ἀστεία εἰς νόημα ἑτεροῖον παρὰ τὸ σύνηθες. καί εἰσι πολλὰ τοιαῦτα ζηλωτέα τοῖς παλαιοῖς, ὁποῖον καὶ τὸ «σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα», ἀντὶ τοῦ «ὦ Θετταλὲ ἐλεγκτικέ», ῥηθὲν πρὸς ὁμοιότητα τοῦ Θετταλὸν πήδημα καὶ σόφισμα καὶ τῶν ὁμοίων.] (v. 734—7) Ὅτι Εὐρυ-