Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.518
Not analysed yet
πύλῳ, υἱῷ Εὐαίμονος, τεσσαράκοντα νῆες ἕποντο καὶ ἄνδρες «οἳ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, οἵ τ' εἶχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα», ἤγουν τὸ Τίτανον ὄρος. Ἔχει δέ τι ἀστεῖον ἐνταῦθα ἡ ῥηθεῖσα τροπή. τὸ γὰρ λευκὰ κάρηνα ὡς ἐπὶ πολιᾶς εἴρηται κεφαλῆς. (v. 734) Ὀρμένιον δὲ πόλις Θετταλικὴ μεταξύ, φασί, Φερῶν καὶ Λαρίσσης, ὅθεν ὁ Φοῖνιξ δοκεῖ τισι φυγεῖν εἰς Φθίαν, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὠνομάσθη δὲ ἀπὸ Ὀρμένου, πατρὸς Ἀμύντορος, οὗ παῖς Φοῖνιξ, ὁ τοῦ Ἀχιλλέως τροφεύς. διὸ καὶ τὸ περὶ αὐτοῦ Ὁμηρικὸν ἔπος, ὥς που εἰρήσεται, οὕτω τινὲς ἔγραφον «οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύπυρον». ὁ δὲ Γεωγράφος φησίν, ὅτι Ὀρμένιον τὸ νῦν Ὀρμίνιον. ἔστι δὲ κώμη ὑπὸ τῷ Πηλίῳ κατὰ τὸν Παγασιτικὸν κόλπον, μία τῶν συνῳκισμένων πόλεων εἰς τὴν Δημητριάδα. καὶ πάλιν ὁ αὐτός, ὅτι τῶν περιοικίδων Δημητριάδος ἐστὶ καὶ τὸ Ὀρμένιον, ἀπέχον Δημητριάδος πεζῇ σταδίους εἰκοσιεπτά. ἣν ἔκτισε, φησί, Δημήτριος ὁ Πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ, ἐπὶ θαλάσσης συνοικίσας εἰς αὐτὴν τὰς πλησίον πολίχνας, Παγασάς, Ὀρμένιον, Σηπιάδα, Βοίβην, Ἰωλκὸν καὶ ἑτέρας. Ἰστέον δὲ ὅτι ἐντεῦθεν εἶναι δοκεῖ ὁ Θετταλὸς Ἰάσων. Ὁ γοῦν Γεωγράφος ἱστορῶν τινας τῷ Ἰάσωνι μέχρι Κασπίας συμπλεύσαντάς φησιν, ὅτι ὅδε ἦν ἐξ Ὀρμενίου πόλεως τῶν περὶ Βοιβηΐδα λίμνην. Ὑπέρεια δὲ κρήνη ἐν μέσῃ τῇ τῶν Φεραίων πόλει. ὠνόμασται δὲ ἀπὸ Ὑπέρητος, υἱοῦ Λυκάονος. ἔστι δὲ καὶ Σικελικὴ πόλις. ἡ μέντοι Ὑπερησία πόλις Ἀχαίας. ὁ Γεωγράφος δὲ δύο κρήνας οἶδε, Μεσσηΐδα καὶ Ὑπέρειαν, πλησίον τῆς πόλεως Ἑλλάδος καὶ Φαρσάλων. (v. 735) Ἀστέριον δὲ πόλις καὶ αὕτη Θετταλικὴ ἢ ἀπὸ Ἀστερίου τινὸς ἥρωος ἢ διὰ τὸ λαμπρόν. ἐφ' ὑψηλοῦ γάρ, φασί, κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἡ δέ γε Ἀστερία οὐχ' Ἑλληνική, ἀλλὰ Συρίας πόλις ἐστίν· ἡ δὲ ἐν Ὀδυσσείᾳ Ἀστερὶς νῆσος οὐ μεγάλη «μεσσηγὺς Ἰθάκης Σάμοιό τε». ἔστι δὲ καὶ Ἀστερουσία Κρήτης, φασίν, ὄρος καὶ πόλις δὲ περὶ τὸν Ἰνδικὸν Καύκασον. Τίτανος δὲ ἀπὸ τοῦ συμβεβηκότος κατὰ τὸν Γεωγράφον. λευκόγεων γάρ, φησί, τὸ χωρίον. ἔστι δὲ καὶ ὄρος τὸ Τίτανον ὀνομασθὲν οὕτω καὶ αὐτὸ διὰ τὸ τιτανῶδες χρῶμα τῆς